16
φησιν ὁ Ἀπόστολος «ἐν Χριστῷ ἐκτίσθαι τὰ ὁρατὰ καὶ ἀόρατα», πρὸ αὐτῶν ὄντι καὶ συνεστηκότων πάντων ἐν αὐτῷ· «Αὐτὸς γάρ ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» 1.153 Καὶ παράδοξον οὐδὲν εἰ παντοκράτωρ ἐκ παντοκράτορός ἐστιν· καὶ γὰρ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτός ἐστιν. Ὁμοούσιος γὰρ ὢν τῷ γεννήσαντι καὶ ἓν ὢν πρὸς τὸν γεννήσαντα κατὰ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», πάντα ὅσ̣α ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστιν. Ἔχει δ' ὁ Πατὴρ τὸ Θεός, τὸ φῶς, τὸ ἅγιος, τὸ παντοκράτωρ εἶναι. Τοῦ Υἱοῦ δ' ἐστὶν ταῦτα. Παντοκράτωρ ἄρα ἐκ παντοκράτορος ὁ Υἱός, παμβασιλεὺς ἐκ τοῦ πάντων βασιλεύοντος ὑπάρχων. Ἀναντιρρήτως ἐν Ἰωάννου Ἀποκαλύψει παντοκράτωρ ὁ Σωτὴρ ὁμολογεῖται, αὐτοῦ περὶ ἑαυτοῦ οὕτω λέγοντος· «Τάδε λέγει ὁ μάρτυς ὁ πιστός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.» 1.154 Παντοκράτωρ ὢν ὁ ταῦτα λέγων οὐ κτίσμα τυγχάνει, ἵνα μὴ καὶ ἑαυτοῦ κρατῇ. Παράλογον γὰρ τοῦτο, τὸν αὐτὸν εἶναι κτίζοντα καὶ κτιζόμενον ὑφ' ἑαυτοῦ, καὶ βασιλεύοντα καὶ κρατούμενον· εἰ καὶ λέγεται δὲ ἐν τῇ παραλημφθείσῃ φωνῇ «ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ» ὁ θεολογούμενος, ὡς βασιλικῶς ἄρχων καὶ αὐτὸ τοῦτο παντοκράτωρ ὤν, ἀρχὴ τῆς κτίσεώς ἐστιν, βασιλεία δηλονότι ἡγεμονοῦσα καὶ ἡγουμένη πάντων κτισμάτων. 1.155Zach. II, 14-16: Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ἰερουσαλήμ. 1.156 Ὥσπερ αἰχμαλώτου γεγενημένου τοῦ Ἑβραίων λαοῦ, θρῆνος καὶ ὀλοφυρμὸς ἐγίνετο διὰ τὸ τὸν Κύριον μεμακρύνθαι τῶν ἑαλωκότων, οὕτως, ἀνακαμψάντων αὐτῶν εἰς τὴν πνευματικὴν μητέρα Σιὼν προσαγορευομένην, πρόσταξις δίδοται τέρπεσθαι καὶ εὐφραίνεσθαι, διὰ τὸ τὸν Κύριον ἐληλυθέναι καὶ ἐν μέσῳ αὐτῆς κατεσκηνωκέναι, τοῦ ναοῦ πάλιν ἐγερθέντος καὶ Θεοῦ κατασκηνοῦντος ἐν αὐτῷ. «Χαῖρε γὰρ καὶ εὐφραίνου», φησὶν ὁ προφήτης, «θύγατερ Σιών». Καλεῖ δὲ ἐν πολλοῖς τόποις τῆς γραφῆς θυγατέρα ἑκάστης πόλεως τ̣οὺς συμπληροῦντας αὐτὴν πολίτας. 1.157 Ἡ τέρψις δὲ καὶ ἡ εὐφροσύνη ἣν προστάσσει ἔχειν ὁ θεῖος λόγος, ἡ αὐτή ἐστιν τῇ χαρᾷ τῇ τυγχανούσῃ καρπὸς τοῦ ἁγίου Πνεύματος, σὺν ἀγάπῃ θείᾳ καὶ εἰρήνῃ μακαρίᾳ συντεταγμένη, ἣν φανεροῖ ὁ ἱερὸς Ἀπόστολος οὕτω γράφων· «Καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη.» 1.158 Ταύτην τὴν εὐστάθειαν σχόντες οἱ λυτρωθέντες ἀπὸ τῆς αἰχμαλωσίας φασίν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν α̣ι᾿̣χμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Καὶ ἐν ἑτέρῳ Ψαλμῷ συνῳδὰ φέρεται· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.» 1.159 Τοὺς γὰρ θρηνήσαντας ἀποσπωμένους τῆς οἰκείας πατρίδος νόμῳ αἰχμαλωσίας ἀκόλουθον ὑπάρχει, ἀνακάμψαντας εἰς αὐτήν, τέρπεσθαι καὶ εὐφραίνεσθαι διὰ τὸ τὸν Κύριον κατεσκηνωκέναι ἐν μέσῳ αὐτῆς, τὸν αἴτιον τοῦ τέρπεσθαι καὶ εὐφραίνεσθαι. 1.160 Τί δὲ τῆς εὐφροσύνης καὶ τέρψεως αἴτιον τυγχάνει, ἢ τὸ ἀπολαύειν τῶν ὁρμημάτων τοῦ ποταμοῦ τοῦ πεπληρωμένου ὑδάτων περὶ οὗ γέγραπται· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων», καὶ ἔτι· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνει τὴν πόλιν τοῦ Θεοῦ· ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται», οὐκέτι μακρυνόμενος οὐδ' ἐγκαταλείπων διὰ τὸ ἀγαθότητι τῇ ἑαυτοῦ παραμένειν αὐτῇ. 1.161 Τί δὲ ἀγαθὸν καὶ σωτηριῶδες ἕψεται κατασκηνοῦντος τοῦ Κυρίου ἐν μέσῳ τῆς καλλιπόλεως, ἢ τὸ «καταφυγεῖν ἔθνη