16
ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. Πρὸς τῇ ἐρημίᾳ καὶ ἀκαρπίαν ἠπείλησεν· διάφοροι γὰρ αἱ παιδεῖαι, ἐπειδὴ διάφορα τῶν ἀνθρώπων τὰ πλημμελήματα. Μετὰ τὴν πλεονεξίαν τῆς οἰνοφλυγίας καὶ τῆς γαστρι μαργίας κατηγορεῖ· 11Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. 12Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμ πάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα τοῦ θεοῦ οὐκ ἐμβλέπουσι, τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατα νοοῦσιν. Οὐδεὶς γὰρ κατὰ τὴν κυρίου φωνὴν δυσὶ κυρίοις δουλεύει. Πῶ ς γὰρ οἷόν τε τοὺς κωμαστικὸν βίον ἀσπαζο μένους καὶ μέθῃ καὶ κορδακισμοῖς κεχρημένους καὶ ἐν τούτοις διημερεύοντας τοῖς θείοις προσέχειν λογίοις καὶ τὴν ἐκεῖθεν ὠφέλειαν καρποῦσθαι; Τὸ μέντοι σίκερα ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας «μέθυσμα» ἡρμήνευσαν. Ἐγὼδὲ οἶμαι διὰ τούτων σημαίνεσθαι τὰς τῶν προπομάτων κατασκευάς· σίκερα δὲ κυρίως τὸ ἐκ φοινίκων ὀνομάζεται πόμα. 13Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. Σαφῶς ἐδήλωσε τῶν κακῶν τὴν αἰτίαν. Τὸν δὲ λιμὸν καὶ τὸ δίψος καὶ τὴν αἰχμαλωσίαν ἀκριβέστερον ἡμᾶς αἱ Ἰωσήπου διδάσκουσιν ἱστορίαι· ἐκεῖνος γὰρ καὶ τὸ ἀνιαρὸν ἐκεῖνο δρᾶμα τῆς τὸν υἱὸν διὰ λιμὸν καταφαγούσης συνέγραψεν. 14Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν. Τὸ πλῆθος τῶν νεκρῶν διὰ τούτων δεδή λωκεν. Προσωποποιίᾳ δὲ ἐχρήσατο καὶ ὑπέδειξεν ἡμῖν τὸν θάνατον οἷόν τι κῆτος |104 b| ἀνεῳγὸς ἔχον τὸ στόμα διηνεκῶς καὶ ἀπαύστως ὑποδεχόμενον τοὺς παρα πεμπομένους νεκρούς. Καὶ καταβήσονται εἰς αὐτὸν οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Λοιμοὺς καλεῖ τοὺς οὐ μόνον σφᾶς αὐτοὺς διαφ θείροντας ἀλλὰ καὶ τοὺς ἄλλους εἰς τὴν αὐτὴν νόσον ἐκκα λουμένους. Τοιαύτη γὰρ καὶ ἡ τοῦ λοιμοῦ φύσις· μεταδιδόασι γὰρ οἱ νοσοῦντες τοῦ πάθους τοῖς ὑγιαίνουσιν. 15Καὶ ταπει νωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλ μοὶ οἱ μετέωροι ταπεινωθήσονται. Μετεώρους ὀφθαλμοὺς τοὺς ἀλαζονικοὺς ὀνομάζει, οὓς ἀναγκάζει διὰ τῆς τιμωρίας βλέπειν εἰς γῆν. 16Καὶ ὑψωθήσεται κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Οἱ γὰρ ὁρῶντες τίνοντας δίκας τοὺς δυσσεβεῖς καὶ παρανόμους τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν. 17Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Ὅτι τῶν εἰς τὸν κύριον πεπιστευκότων τὰς οὐσίας διήρπασαν οἱ τοῖς εὐαγγελικοῖς ἀντιλέγοντες δόγμασιν, ἄντικρυς ἡμᾶς ἐδί δαξεν ὁ ἀπόστολος· Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων οὕτως ἔφη· «Ὑμεῖς γάρ, ἀδελφοί μου, μιμηταὶ ἐγενήθητε τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· τὰ γὰρ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων καὶ θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.» Καὶ αὐτοῖς δὲ τοῖς Ἑβραίοις γράφων ὧδέ φησιν· «Ἀναμιμνῄσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατρι ζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μεθ' ἡδονῆς κατεδέξασθε.» Τούτους μετὰ τὸν ἐκείνων ὄλεθρον ταύροις ἀπεικάζει ἀδεῶς νεμομένοις· καὶ γὰρ ἀληθῶς φέροντες τὸν τοῦ κυρίου ζυγὸν πάντα ἐγεώργουν τὰ ἔθνη. Τούτους καὶ ἄρνας ὀνο μάζει· οὕτω γὰρ αὐτοὺς καὶ ὁ κύριος καλεῖ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.» Τούτοις ἐπαγγέλλεται δώσειν τῶν ἑαλωκότων καὶ αἰχμαλώτων τὰ ἔρημα. Ἀπειλημμένους γὰρ τοὺς οἱονεὶ ἠγρευμένους καὶ δορυαλώτους ὠνόμασεν· ὁ μέντοι Σύμμαχος τούτους «παρανόμους» ἡρμήνευσεν. 18Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ