1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

17

πολλὰ» μετανοοῦντα «ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ» τῇ ὑπὸ ἡλίου τῆς δικαιοσύνης καταλαμπομένῃ, ἧς ὁ πατριάρχης Ἀβραὰμ ἔρωτα λαβών, ἰδὼν αὐτὴν ἐχάρη καὶ σὺν αὐτῷ οἱ κατὰ πίστιν καὶ τὰ ἔργα αὐτοῦ υἱοὶ καὶ τέκνα αὐτοῦ γεγενημένοι, ὡς εὐχαριστοῦντας φάναι· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» 1.162 ∆ιαδέξεται δὲ τὸ «καταφυγόντα ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον» τὸ λαὸν χρηματίσαι τοῦ πρὸς ὃν καταπεφεύγασιν, οὐκέτι ἄθεα καὶ ἐλπίδα μὴ ἔχοντα μένοντα· περὶ τούτων ἐν τῷ προφήτῃ ὁ Θεός φησιν· «Καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου εἶ σύ», ὥστ' αὐτοὺς «ἔθνος ἅγιον, ἱεράτευμα ἅγιον, γένος Θεοῦ» προσαγορεύεσθαι. 1.163 Φησὶν γὰρ πρὸς τοὺς καταφυγόντας πρὸς Θεὸν τῷ εἰρημένῳ τρόπῳ ὑπ' αὐτοῦ τοῦ πρὸς ὃν καταπεφεύγασιν· «Ὑμεῖς δὲ ἔσεσθέ μοι γένος ἐκλεκτόν, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, λαός μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι». 1.164 Τί δὲ ἀκολουθεῖ τοῖς γενομένοις λαὸς Θεοῦ, ἢ τὸ κατασκηνῶσαι ἐν μέσῳ τῆς ἐπουρανίου καὶ μακαρίας Σιών; Τότε γὰρ τότε γνώσεται, θείᾳ καὶ ἠκριβωμένῃ θεωρίᾳ, «ὅτι Κύριος παντοκράτωρ ἀπέστειλεν» τὸν λυτρωσάμενον αὐτήν, λέγοντα περὶ τοῦ Πατρὸς ἑαυτοῦ· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς, κηρύξαι αἰχμαλώτοις ἄφεσιν.» 1.165 Ἕνεκα γὰρ τοῦ εὐαγγελίσασθαι τοὺς πτωχοὺς τῷ πνεύματι ἐχρίσθη Πνεύματι ἁγίῳ καὶ δυνάμει Θεοῦ Ἰησοῦς ὁ κατασκηνῶν ἐν μέσῳ τῆς Σιών, κηρύσσων ἄφεσιν τοῖς αἰχμαλωτισθεῖσιν ὑπὸ ἐχθρῶν ἀοράτων τέκνοις αὐτῆς. Οὕτω γὰρ κατακληρονομήσει ὁ παμβασιλεὺς εὐεργέτης αὐτῆς τὸν Ἰούδα, τοὺς ἐξομολογουμένους. Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Κληρονομήσει δὲ οὖν πρότερον τοὺς ἐπὶ τὴν σωτηρίαν καλουμένους· ἐκ πάλαι γὰρ ἦσαν μερὶς αὐτοῦ καὶ προτοῦ τὸν σκορπισμὸν καὶ τὴν αἰχμαλωσίαν πάθωσιν. 1.166 Ποῦ δὲ καὶ κατακληρονομήσει τὸν Ἰούδαν ὄντα μερίδα αὐτοῦ, ἢ ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν ᾗ μακροχρόνιος ἔσται εὐπαθὼν ὁ τιμήσας τὸν πατέρα αὐτοῦ Θεὸν καὶ τὴν μητέρα αὐτοῦ τὴν Ἐκκλησίαν οὖσαν Ἰερουσαλήμ, ἣν ἔτι αἱρετιεῖ πάλιν προσλαμβανόμενος καὶ βασιλεύων ἐν μέσῳ αὐτῆς, γινωσκούσης ὅτι ἐλήλυθεν κατασκηνῶσαι ἐν μέσῳ αὐτῆς, παρὰ Κυρίου παντοκράτορος ἀποσταλείς, ὅτε κλίνας οὐρανὸν κατέβη πρὸς ἡμᾶς τοὺς ἀνθρώπους φάσκων· «Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με», «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός». 1.167 Οὕτω γὰρ οὐκέτι ἐν ἀπωλείᾳ μενοῦσιν οἱ ὑπὲρ ὧν ἐλήλυθεν ἵν' αἴτιος αὐτοῖς σωτηρίας αἰωνίου γένηται. Ὑπάρξεται δὲ καὶ τῇ συμπληρουμένῃ ὑφ' ἡμῶν Ἰερουσαλὴμ οὔσῃ Ἐκκλησίᾳ Θεοῦ ζῶντος τοιαύτην πίστιν ἔχειν καὶ μακαριότητος ποιητικὰ ἔργα, ἵν' αἱρετίσῃ αὐτὴν ἔτι ὁ τῷ ἰδίῳ αἵματι ἀποπλύνας καὶ λαμπρύνας αὐτήν. 1.168 Zach. II, 17: Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, διότι ἐξεγήγερται ἐκ νεφῶν ἁγίων αὐτοῦ. 1.169 Ἡ σὰρξ προσηγορία ὁμώνυμος οὖσα πολλὰ σημαίνει, ὡς ἐξ αὐτῆς τῆς θεοπνεύστης παρίσταται γραφῆς. Ὅταν γὰρ ἐν Ψαλμοῖς λέγηται «Τροφὴν διδόναι τὸν Θεὸν πάσῃ σαρκί», πάντα τὰ θνητὰ ζῷα τὰ ἐκ τροφῆς διακρατούμενα ἐν τῷ ζῆν παρίσταται, ὡς καὶ ἐν τῷ· «Πᾶσα σὰρξ κατὰ γένος συνάγεται.» Ὅταν δὲ γράφῃ ὁ Ἀπόστολος· «Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν; ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν», τὸ σῶμα τὸ συνεζευγμένον τῇ λογικῇ ψυχῇ δηλοῦται, ὡς ἀπ' αὐτῆς τῆς ἀποστολικῆς λέξεως ἔστι μαθεῖν οὕτως ἐχούσης· «Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν», καὶ τὰ ἑξῆς. 1.170 Ἔστιν δὲ ὅτε καὶ μόνοι οἱ ἄνθρωποι φανεροῦνται τῇ τῆς σαρκὸς προσηγορίᾳ, ὥσπερ ἐν τῷ· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ἔρχεται δὲ πρὸς Θεὸν σχέσει καὶ διαθέσει οὐχ ἡ ἄλογος, ἀλλ' ἡ ἀνθρωπότης, καταξιουμένη τῆς δαψιλοῦς δωρεᾶς τοῦ ἁγίου