1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

17

μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Χαλεπὸν μὲν τὸ ἁμαρτάνειν, τὸ δὲ ἐπιμένειν καὶ αὔξειν τὴν ἁμαρτίαν πολλῷ χαλεπώτερον. Τῶν τοιούτων ἐπὶ τοῦ παρόντος κατηγορεῖ ὡς τοῖς κακοῖς ἐπιμενόντων καὶ μεταμελείᾳ χρῆσθαι μὴ βουλομένων ἀλλὰ καὶ ταῖς προφη τικαῖς ἀντιλεγόντων προρρήσεσιν. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· 19Οἱ λέγοντες· Τὸ τάχος ἐγγι σάτω ἃ ποιήσει ὁ θεός, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Ταῦτα δὲ ἀπιστούντων ἐστὶ καὶ ψεῦδος τῆς προφητείας κατηγορούντων· τὸ δὲ καὶ ψεῦδος τῆς προφητείας κατηγορεῖν νικᾷ πᾶσαν ἀσεβείας ὑπερβολήν. Ἐντεῦθεν ἐπ' ἄλλην κατηγορίαν ἐτρέπετο· 20Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Τοιοῦτος δὲ τῶν κολάκων ὁ βίος· ἐπαινοῦσι τοὺς πονηρούς, κωμῳδοῦσι τοὺς ἀγαθούς, πάντα τῆς γαστρὸς ἕνεκα δρῶσιν. Τοιοῦτοι δὲ καὶ οἱ ἄδικοι δικασταί, οἱ δωροδόκοι, οἱ πωλοῦντες τὸ δίκαιον. Κατη γορεῖ καὶ τῶν ἐπὶ σοφίᾳ βρενθυομένων καὶ μὴ πειθομένων τῇ σοφωτάτῃ Ἄννῃ λεγούσῃ· «Μὴ καυχάςθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ.» 21Οὐαὶ γάρ φησιν οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀναλαμβάνει καὶ τὴν τῶν μεθυόντων κατηγορίαν· 22Οὐαὶ οἱ |105 a| ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κιρνῶντες τὸ σίκερα. Κατηγορεῖ δὲ τῶν αὐτῶν ὡς ἀρχόντων μέν, ἀδίκως δὲ ἡγουμένων· 23Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ' αὐτοῦ. Τῆς γὰρ δίκης τούτῳ τὴν νικῶσαν ὀρεγούσης ψῆφον ὑμεῖς παρανόμως ταύτην ἁρπάζοντες τοῖς ἀδικοῦσι δίδοτε. Μετὰ τὴν κατηγορίαν ἐπιφέρει τῆς τιμωρίας τὴν ἀπειλήν· 24∆ιὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Τῇ μὲν εὐπρήστῳ ὕλῃ αὐτοὺς ἀπεικάζει, τῷ δὲ πυρὶ τὴν δίκην· ὥσπερ γὰρ ἐκείνην μετὰ τοῦ ἄνθους καὶ τὴν ῥίζαν δαπανηθῆναι· καλεῖ δὲ ῥίζαν μὲν αὐτούς, ἄνθος δὲ τῆς εὐημερίας τὸ πρόσκαιρον. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Αὐτὸς γὰρ ἐδεδώκει τοῦ νόμου τὰ λόγια. 25Καὶ ἐθυμώθη κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη, καὶ ἐγένετο τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. ∆ιὰ τῶν ὀρῶν τοὺς ἐν τοῖς ὄρεσι παρ' αὐτῶν τιμωμένους ᾐνίξατο δαίμονας. Τῶν δὲ εἰρημένων ἁπάντων ἕνεκα καὶ αὐτὰ τὰ ὄρη καὶ τὰς ὁδοὺς ἐπλήρωσε νεκρῶν κόπρου δίκην ἐπὶ τῆς γῆς ἐρριμμένων κατὰ τὸ ὑπὸ τοῦ ψαλμῳδοῦ εἰρημένον· «Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.» Καὶ ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Οὐδὲ γὰρ αὐτοὶ τῆς παρανομίας ἀπέστησαν. Τοῦτο γὰρ καὶ ἐν τοῖς μετὰ ταῦτά φησιν· «Καὶ ὁ λαὸς οὐκ ἀπέστη ἕως ἐπλήγη.» Τὸ δέ· ἡ χεὶρ αὐτοῦ ὑψηλή, ἐκ μεταφορᾶς τέθεικε τῶν ἱμάντι ἢ ῥάβδῳ μαστιγούντων οἰκέτην καὶ τὴν χεῖρα ὑψούντων. 26Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς· καὶ ἰδοὺ αὐτοὶ κούφως ἔρχονται. Τοὺς Ῥωμαίους διὰ τούτων ᾐνίξατο· τοὺς γὰρ Βαβυλωνίους καὶ τοὺς Ἀσσυρίους πολλάκις μὲν ἐξ ὀνόματος, πολλάκις δὲ ἀπὸ τοῦ κλίματος προσαγορεύει, ὡς ὅταν λέγῃ· «Ἀπὸ βορρᾶ ἐκκαυθήσεται τὰ κακά», καί· «Τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ' ὑμῶν», καί· «Ἐρῶ τῷ βορρᾷ· ἄγε.» ∆ιὰ δὲ τοῦ συριεῖ τὸ δεσποτικὸν ἔδειξε κράτος· καθάπερ γὰρ δεσπότης οἰκέτην συρίζων καλεῖ, ὁ δὲ μετὰ δέους τρέχει πρὸς τὴν ἠχήν, οὕτως ὁ τῶν ὅλων θεὸς νεύει φησὶ καὶ ςυντρέχουσι Ῥωμαῖοι. Εἶτα αὐτῶν τὴν πολεμικὴν ἐμπειρίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ἐν στρατείαις διδάςκει κακοπάθειαν· 27Οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοι μηθήσονται οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῶν ὀσφύων αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν. Νικῶσί φησι τῇ πολεμικῇ προθυμίᾳ τὰ πάθη τῆς φύσεως, ἀπωθοῦνται τοῦ ὕπνου τὴν