1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

18

Πνεύματος ὑπὸ τοῦ λέγοντος· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ καὶ αἱ θυγατέρες ὑμῶν.» 1.171 Ἡ οὕτω λεγομένη σὰρξ λογικὴ οὖσα εὐλαβείας θείας ἐστὶ δεκτική· προστάττεται γοῦν αὐτῇ «εὐλαβεῖσθαι ἀπὸ προσώπου» τοῦ ἐπιφαινομένου αὐτῇ, περὶ οὗ εὐχὴν ἀναπέμπουσιν οἱ καθαροὶ τῇ καρδίᾳ φάσκοντες· «Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.» Ἀποδίδωσιν δ' ἑξῆς τὴν αἰτίαν τοῦ δεῖν πᾶσαν σάρκα εὐλαβεῖσθαι ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, ἐπιφέρων· «∆ιότι ἐξεγήγερται ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν.» 1.172 Ἅγια δὲ νέφη οὐ τὰ ὕοντα τὸν αἰσθητὸν ὄμβρον εἰσίν, ἀλλὰ τὰ φέροντα τὸν πνευματικὸν ὑετόν, κατὰ τὸ ἐν Ἠσαΐᾳ λεχθὲν περὶ τοῦ Ἰσραήλ, ἀλληγορίας τρόπῳ ἀμπελῶνος καλουμένου, ἐκ προσώπου τοῦ Κυρίου· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν», διὰ τὸ ἀκάνθας καὶ μὴ σταφυλὴν καρπὸν ἠγιοχέναι. 1.173 Τοῦ γὰρ ἀμπελῶνος ἀλληγορουμένου, ἁρμονίως καὶ αἱ νεφέλαι ἐκλημφθεῖεν, ὁτὲ μὲν ὕουσαι ἐπὶ τῷ ποτίσαι, ὁτὲ δὲ κωλυόμεναι τοῦτ' ἐνεργεῖν. Περὶ τοιούτων ὀμβροτόκων πάλιν ἐν αὐτῷ τῷ προφήτῃ προστάττεται ὑπὸ Θεοῦ· «Αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην.» Τὴν γὰρ δικαιοσύνην ἀρετὴν οὖσαν ψυχῆς λογικῆς, οὐ τὰ αἰσθητὰ νέφη ὕει, ἀλλ' οἱ θεῖοι προφῆται, νέφη κατὰ ἀναγωγὴν προσαγορευόμενοι. 1.174 Ἐπεὶ τοίνυν ἐκ τούτων τῶν νεφῶν ἐξεγήγερται ὁ ἐληλυθὼς Σωτὴρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, τούτου χάριν «εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου» τοῦ Θεοῦ, ὃ ἐπέφηνεν καὶ ἔδειξεν ὅτε ἐπληρώθη ἡ προφητεία ἡ οὕτως ἔχουσα· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών», καὶ ἐπέλαμψεν ὡς «θεάσασθαι ἡμᾶς τὴν δόξαν αὐτοῦ, ὡς μονογενοῦς παρὰ Πατρός». 1.175 Ἐξεγηγερμένος ἐκ τῶν ἁγίων νεφῶν ἃ ἡρμηνεύθησαν εἶναι Μωϋσῆς ὁ μέγας ἱεροφάντης καὶ οἱ κάτοχοι τοῦ ἁγίου Πνεύματος προφῆται, ἐπεδήμησεν ἐπὶ κούφης νεφέλης ἐπιβὰς τῷ καθ' ἡμᾶς κόσμῳ, Αἰγύπτῳ κατ' ἀναγωγὴν καλουμένῳ. Ἔχει δὲ οὕτω ἡ περὶ τούτων προφητεία ἔνθεν ἀρχομένη· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ ἥξει εἰς Αἴγυπτον καὶ συσσεισθήσεται τὰ χειροποιητὰ αὐτῆς.» 1.176 Μεταλημφθείσης δὲ τῆς Αἰγύπτου εἰς τὸν περὶ γῆν τόπον, ἁρμονίως καὶ ἡ κούφη νεφέλη ἀναχθήσεται εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, καθίσαντος τοῦ Θεοῦ Λόγου ἐπὶ τὸν ἐκ τῆς Μαρίας προεληλυθότα. 1.177 Τίς γὰρ οὕτω κούφη νεφέλη μὴ ἔχουσα βάρος ἁμαρτίας ἢ ἡ σὰρξ τοῦ Ἰησοῦ ἡ μὴ συνιστᾶσα ἐκ τῆς ἀνδρὸς πρὸς γυναῖκα συνόδου βαρυτάτης οὔσης, ἀλλ' ἐκ Πνεύματος ἁγίου ἐπελθόντος τῇ παρθένῳ τῇ πεῖραν ἀνδρὸς οὐκ ἐχούσῃ καὶ ᾗ ἡ τοῦ ὑψίστου δύναμις ἐπεσκίασεν, ὡς ἅγιον χρηματίσαι τὸ γεννηθὲν ἄνευ γάμου. Ἔτι δὲ μᾶλλον φανεροῦται τῆς κυριακῆς νεφέλης τὸ κοῦφον καὶ ἐλαφρὸν ἐκ τοῦ ἁμαρτίαν μὴ πεποιηκέναι μηδὲ ἐγνωκέναι αὐτὴν τὴν Ἰησοῦ ψυχήν. 1.178 Οὐδὲν γὰρ ἕτερον καθέλκει καὶ βαρεῖ τὴν τῶν ἀνθρώπων ψυχὴν ὡς ἡ ἀνομία, ταλάντῳ μολίβου παραβαλλομένη, διὰ τὸ κάτω βρίθειν καὶ καθέλκειν τοὺς ἐνεργοῦντας αὐτήν· ἀλλ' ἡ τοῦ Ἰησοῦ οὐκ ἐπειράθη τοῦ βάρους τούτου, «δικαιοσύνην ἀγαπήσασα καὶ μισήσασα ἀνομίαν»· οὐκ ἔσχεν δὲ «οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ» τὸν πάντων ἁμαρτημάτων κατασπῶντα τὴν ψυχὴν τοῦ αὐτὸν ἔχοντος. 1.179 Ἔδει οὖν τὸν ἐξεγηγερμένον Σωτῆρα ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν, πληρώσαντα τὰς περὶ αὐτοῦ προαναφωνήσεις, ἱδρυθῆναι βασιλικῶς ἐπὶ τῆς ἀποδοθείσης κούφης νεφέλης, ὑούσης τὸν εὐαγγελικὸν ὑετὸν ἐπὶ τῷ καρποὺς σωτηρίους ἀγαγεῖν τὴν οἰκουμένην καὶ σκεπάζειν ἀπὸ τοῦ καύματος ἐκείνου ἀφ' οὗ διασῴζεται ὁ νοήμων, κατὰ τὸ παροιμιῶδες θέσπισμα ὧδε ἔχον· «∆ιεσώθη ἀπὸ καύματος υἱὸς νοήμων.» Σκεπάζει δὲ καὶ ἀπὸ τοῦ κρύους τῆς ἁμαρτίας περὶ οὗ γέγραπται· «Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς.» 1.180 Εἰς τοῦτο ἀλληγορικῶς λήμψει· «Βορέας ψυχρὸς ἄνεμος πνεύσει.» 1.181 Τὰ οὕτω λεχθέντα