18
προσβολήν, ἀναπαύλης ἀπολαύειν οὐ βούλονται. Εἶτα τὴν πανοπλίαν αὐτῶν προδιαγράφει· 28Ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα· οἱ πόδες αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίδες· 29ὁρμῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λεόντων, καὶ ἐπιλήψεται καὶ βοήσει ὡς θηρίον καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. Ἀλαλάζειν εἰώθασιν ἐν τοῖς πολέμοις, τοὺς ἀντιπαραταττο μένους τῇ κοινῇ φωνῇ δεδιττόμενοι. Ταύτην τὴν βοὴν βρυχηθμῷ λεόντων ἀπείκασεν· ὥσπερ γὰρ ὁ λέων βρυχώ μενος καὶ τὰ θηρία καὶ τὰ κτήνη φοβεῖ, οὕτως οὗτοι αὐτοβοεὶ τῶν πολεμίων περιγενέσθαι δυνήσονται. 30Καὶ βοήσει δι' αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσ σης κυμαινούσης. Ἐνταῦθα καὶ τὸ πλῆθος ἔδειξε καὶ τοὺς λόχους |105 b| κύμασιν ἐοικότας καὶ τῇ φωνῇ κατακτυ ποῦντας τῶν ἀντιπάλων τὰς ἀκοάς. Καὶ ἐμβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω, καὶ ἰδοὺ σκότος σκληρόν, σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν. Τότε φησὶν οἱ τῆς κατ' ἐμοῦ μανίας τίνοντες δίκας ἀνα βλέψουσι μὲν εἰς τὸν οὐρανὸν ἐπικουρίας τινὸς ἀντιβολοῦντες τυχεῖν, ὄψονται δὲ οὐ τὴν πρόνοιάν μου δίκην φωτὸς ἐπιφαι νομένην ἀλλὰ τὴν τιμωρητικὴν δύναμιν ζόφον αὐτῶν τοῖς ὀφθαλμοῖς ἐπιφέρουσαν. Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα πεπλημμεληκότες ταύτην ἔτισαν τὴν δίκην· ἡμεῖς δὲ τῆς πονηρίας τὴν μίμησιν φύγωμεν, ἵνα καὶ τὴν τῆς τιμωρίας διαφύγωμεν κοινωνίαν καὶ μετὰ παρρησίας ἴδωμεν τὸν δεσπότην Χριστόν, ᾧ καὶ μεθ' οὗ τῷ πατρὶ σὺν <τῷ> ἁγίῳ πνεύματι δόξα πρέπει, τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3 ΤΟΜΟΣ Γʹ 61Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον
καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ἅπαντα μὲν τὰ προηρμηνευμένα βασιλεύοντος Ὀζίου προεθέσπισεν ὁ προ φήτης, ταῦτα δὲ τὰ νῦν ἀνεγνωσμένα ἐπὶ Ἰωάθαμ ἐθεάσατο, ὃς υἱὸς ὢν Ὀζίου τὴν ἐκείνου διεδέξατο βασιλείαν. Αἰνίττεται δὲ ὁ προφήτης τὴν γεγενημένην παῦλαν τῆς προφητείας διὰ τὴν τοῦ Ὀζίου παρανομίαν. Οὗτος γὰρ ἀπέλαυσε μὲν εὐθὺς βασιλεύσας τῆς τοῦ θεοῦ κηδεμονίας καὶ τῶν τε Ἀλλοφύλων τῶν τε ἄλλων πλησιοχώρων ἐκράτησε πολεμίων· τυφωθεὶς δὲ μετὰ τὴν νίκην καὶ τῆς ἱερωσύνης ἥρπασε τὴν ἀξίαν καὶ τῶν ἀδύτων τοῦ ναοῦ κατατολμήσας προσενεγκεῖν ἐτόλμησε τὸ θυμίαμα, ὃ οὐδὲ πᾶσιν ἐξῆν προσφέρειν τοῖς ἱερεῦσιν· μόνῳ γὰρ εἰσιτητὸν ἦν τῷ ἀρχιερεῖ εἰς τὰ ἅγια τῶν ἁγίων. Καὶ ἐπειράθη μὲν αὐτὸν ἐπισχεῖν Ἀζαρίας ὁ ἱερεὺς καὶ ἕτεροι σὺν τούτῳ τῆς ἱερω σύνης ἠξιωμένοι· ἐπειδὴ δὲ οὐδὲ τὴν τούτων ἐδέξατο συμβουλήν, φιλάνθρωπον αὐτῷ παιδείαν ὁ δεσπότης ἐπή γαγεν· οὐ γὰρ ἐκέλευσεν αὐτῷ χῆναι τὴν γῆν οὐδὲ πρηστῆρα οὐρανόθεν ἐπήνεγκεν, ἀλλὰ τὴν τοῦ σώματος ἐνήλλαξε χρόαν καὶ τῆς λέπρας αὐτῷ τὴν ἀτιμίαν ἐπέθηκεν. Ταύτην δεξά μενος τὴν παιδείαν παραυτίκα μὲν ἐξελήλυθε τοῦ νεώ, οἴκοι δὲ καθήμενος διὰ Ἰωάθαμ τοῦ παιδὸς διεῖπε τὴν βασιλείαν. Τούτου χάριν ὁ τῶν ὅλων θεὸς χαλεπαίνει μὲν τῷ λαῷ καὶ οὐδεμίαν αὐτοῖς προσφέρει χρησμολογίαν, ἀγανακτεῖ δὲ καὶ κατὰ τοῦ προφήτου σεσιγηκότος καὶ μὴ προσενηνοχότος τὸν ἔλεγχον. Μετὰ μέντοι τὴν ἐκείνου τελευτὴν ταύτην δείκνυσι τῷ προφήτῃ τὴν ὀπτασίαν. Εἰκότως τοίνυν τῆς ἐκείνου μέμνηται τελευτῆς διδάσκων πότε μὲν ἐσίγησε πότε δὲ πάλιν τὴν προφητείαν ἀπέλαβεν. Καὶ λέγ ει τεθεᾶσθαι τὸν κύριον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενον καὶ τὸν οἶκον τῆς δόξης πεπληρω μένον. Εἰδέναι δὲ χρή, ὡς οὐκ αὐτὴν εἶδε τοῦ κυρίου τὴν φύσιν· «Θεὸν» γὰρ «οὐδεὶς ἑώρακε πώποτε· ὁ μονο γενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγή σατο.» Αὐτοῦ δὲ ἔστι φωνή· «Οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν ἐκ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα», καί· «Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα. τις οἶδεν εἰ μὴ ὁ υἱὸς καὶ ᾧ