19
κατὰ θεωρίαν ἐν νῷ λαβόντες καρδίαν σαρκίνην ἐσχηκότες εἴκουσαν τοῖς Θεοῦ δικαιώμασιν καὶ προστάγμασιν, εὐλάβειαν τὴν πρὸς Θεὸν κατορθώσωμεν, ἵν' ἔτι μᾶλλον εὐεργετῶν ὁ Θεὸς τὰς σαρκίνας καὶ οὐ λιθίνας χαράξῃ ἐν αὐταῖς τῷ ζῶντι αὐτοῦ Πνεύματι γραφὴν θείαν, δι' ἧς ὠφελούμενοι τελειωθείημεν ὥστε τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον προσβαλεῖν, ὑπερβάντας τὸ εἰκονικῶς καὶ ἐκ μέρους αὐτὴν θεωρεῖν.
1.182Zach. III, 1: Καὶ ἔδειξέν μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα
πρὸ προσώπου ἀγγέλου Κυρίου. Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. 1.183 Ἃ δείκνυσιν Θεὸς μεγάλα καὶ ὑπερφυῆ τυγχάνοντα, οὐκ αἰσθητὰ οὐδ' ἀνθρώπινά ἐστιν. Τούτου οὕτως ἔχοντος, δείκνυσιν ὁ Θεὸς τῷ προφήτῃ τὸν ἱερέα τὸν μέγαν Ἰησοῦν οὐκ ἀνθρωπίνως, ἀλλὰ θείως ἑστηκότα πρὸ προσώπου ἀγγέλου Κυρίου, οὐ τοσοῦτον τὸν τοῦ Ἰωσεδὲκ υἱὸν ὅσον τὸν δι' αὐτοῦ δηλούμενον, τὸν ἀληθῶς μέγαν ἱερέα, τὸν τοὺς οὐρανοὺς διεληλυθότα, τὸν «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἱερώμενον, οὐ κατὰ δύναμιν ἐντολῆς σαρκίνης μέχρι καιροῦ τινος κειμένην, ἀλλὰ κατὰ ἀπαράβατον ἱερωσύνην· εἴρηται γὰρ πρὸς αὐτόν· «Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα.» 1.184 Οὐχ ὡς ἔτυχεν δὲ ἐδείχθη ὑπὸ Κυρίου Ἰησοῦς ὁ μέγας ἱερεύς, ἀλλ' ἑστὼς ἀκλόνητος καὶ βεβαίως ἱδρύμενος, παραπλησίως τῷ λεχθέντι ἐν Εὐαγγελίῳ· «Ἑστὼς ὁ Ἰησοῦς ἐκέκραγεν λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.» ∆ιὰ τοῦτο γὰρ πᾶς ὁ ἐρχόμενος πρὸς αὐτὸν πίνει, ὅτι ἕστηκεν παραμόνως. 1.185 Πρὸς τῷ δὲ ἑστῶτα αὐτὸν ἰδεῖν, δεικνύντος τοῦ Θεοῦ πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ὤφθη ἑστὼς ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. Τίσιν δὲ ἔδει ἐναντιοῦσθαι καὶ ἀντικεῖσθαι τὸν διάβολον, ἢ τοῖς δεξιοῖς τοῦ δειχθέντος ὑπὸ Κυρίου, ἑστηκότος ἐπίπροσθεν τοῦ ἀγγέλου τοῦ τῆς μεγάλης βουλῆς; 1.186 Ἔστη δὲ καὶ ἐκ δεξιῶν τοῦ Ἰούδα, ὡς ἐν ἑκατοστῷ ὀγδόῳ Ψαλμῷ λέγεται· «Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ ὁ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.» 1.187 Ἀλλ' ὅρα γε διαφορὰν πολλὴν ἐν ταῖς λέξεσιν· τοῦ μὲν γὰρ προδόντος τὸν Σωτῆρα ἐν τοῖς δεξιοῖς ἵσταται προκατειληφότος αὐτά, «τόπον δεδωκότος τῷ διαβόλῳ». Εἴρηται γὰρ ὅτι «ἔβαλεν εἰς τὴν καρδίαν αὐτοῦ προδοῦναι» τὸν ἐκλεξάμενον αὐτὸν ἄριστον διδάσκαλον ἅμα καὶ Σωτῆρα. Καὶ μετὰ τὸ βαλεῖν εἰς τὴν καρδίαν, εἰσελήλυθεν εἰς αὐτὸν ἵν' ἐνεργῇ τὰ τῆς προδοσίας ἐν αὐτῷ ὡς ἐνεργεῖ ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Γέγραπται γὰρ ὅτι «μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς». 1.188 Τοῦ δὲ μεγάλου ἱερέως οὐκ ἄλλως ἕστηκεν ἐκ δεξιῶν ἢ τῷ ἀντικεῖσθαι αὐτῷ, μάλιστα ὅτε πορθεῖν ἐπιχειρεῖ τοὺς ὠφελουμένους καὶ παιδευομένους ὑπ' αὐτοῦ· ἦ οὐκ ἀντικειμένως ἐκ δεξιῶν ἵσταται, ὅτε ἐξαιτεῖται τοὺς εἰς τὴν πίστιν καὶ λοιπὴν ἀρετὴν κεκλημένους, κατὰ τὸ λεχθέν· «Ἰδοὺ ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην ὑπὲρ ὑμῶν», ὦ Πέτρε μαθητὰ ἡμέτερε, «ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου»; 1.189 Πρὸς τῷ μὴ βλαβῆναι δὲ οἷς ἀντίκειται, καὶ ἐξουσίαν κατ' αὐτοῦ λαμβάνουσιν, ἵνα πατῶσιν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθρικῶς ἀντικειμένου, βλάβην οὐδ' ὅλως ὑφιστάμενοι διὰ τὸ ἐλπίζειν ἐπὶ τὸν συντρίβοντα ὑπὸ τοὺς πόδας τῶν ἁγίων τὸν στασιώδη καὶ λυμεῶνα διάβολον· γέγραπται γάρ· «Πᾶς ὁ ἔχων τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν» ἄβλητος καὶ ἀκλόνητος μενεῖ, οὐ ψαύοντος, οὐχ ἁπτομένου τοῦ πονηροῦ τοῦ βοηθουμένου ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ σκεπομένου. 1.190 Ὅρα γοῦν τί κελαδῶν ὁ ὑμνῳδὸς πρὸς τὸν οὕτω ὑπὸ τὴν χεῖρα τοῦ Θεοῦ τυγχάνοντα· «Τὸν ὕψιστον ἔθου καταφυγήν σου, οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ»· καὶ μετ' ὀλίγα· «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καὶ καταπατήσεις λέοντα καὶ