1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

19

ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.» Ἀπεκάλυψε δὲ ὅτι πατήρ ἐστιν, οὐ τί τὴν φύσιν ἐστίν. Μαρτυρεῖ δὲ καὶ τὰ διάφορα τῶν ὄψεων σχήματα, ὡς οὐδεὶς τὴν θείαν ἐθεώρησε φύσιν· ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ καὶ ἄλλως τῷ Μωυσεῖ, ἑτέρως τῷ Μιχαίᾳ καὶ ἄλλως τῷ ∆ανιήλ, καὶ μέντοι καὶ ὁ Ἰεζεκιὴλ ἕτερον ἐθεάσατο σχῆμα. Τὸ δὲ θεῖον οὐ πολύμορφον ἀλλ' ἀνείδεόν τε καὶ ἀσχημάτιστον, ἀσύνθετόν τε καὶ ἁπλοῦν καὶ ἀόρατον καὶ ἀνέφικτον. ∆ιά τοι τοῦτο καὶ αὐτὸς ὁ θεός φησιν· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», οὐκ ὤφθην· ὡς γὰρ βούλεται, σχηματίζει τὰς ὄψεις. 2Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ |106 a| ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας αὐτῶν καὶ ταῖς δυσὶν ἐπέτοντο. 3Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Τοῦ ἀλαζόνος βασιλέως κατηγορεῖ τῶν ἁγίων σεραφὶμ ἡ εὐλάβεια. Ὁ μὲν γὰρ ἀναιδῶς τῆς μηδαμόθεν αὐτῷ προση κούσης κατετόλμησε λειτουργίας, αἱ δὲ ἀόρατοι δυνάμεις τὴν ἐπουράνιον ὑμνῳδίαν πεπιστευμέναι τῷ σχήματι τὸ δέος ἐμήνυον· ἐκάλυπτον γὰρ τὰ πρόσωπα ὡς οὐδὲ τὴν αἴγλην ἰδεῖν δυνάμεναι τὴν ἐκ τῆς δεσποτικῆς ἀπαστράπ τουσαν θέας, κατέκρυπτον δὲ καὶ τοὺς πόδας καὶ διὰ τούτου τὴν δουλείαν σημαίνουσαι καὶ τὸ δέος ἐμφαίνουσαι καὶ τὴν λειτουργίαν εὐσχημόνως ἀποπληροῦσαι. Ἡ δὲ πτῆσις τὸ μετάρσιον αἰνίττεται τοῦ φρονήματος. Τοῦτον δὲ τὸν ὕμνον προσέφερον καὶ τὴν μίαν τῆς θεότητος φύσιν διὰ τῆς κύριος φωνῆς αἰνιττόμεναι-ἑνικῶς γὰρ τοῦτο προσέφερον- καὶ τῆς τριάδος τὸν ἀριθμὸν ὑπεμφαίνουσαι-τρὶς γὰρ ἐπεφώ νουν τὸ ἅγιος. Τὸ μὲν γὰρ ἅγιος ἅγιος ἅγιος τῆς τριάδος δηλωτικόν, τὸ δὲ κύριος Σαβαὼθ τῆς φύσεως τῆς μιᾶς σημαντικόν. Ὑμνεῖ δὲ τὰ σεραφὶμ τὴν ἀΐδιον φύσιν ὡς μὴ μόνον τὸν οὐρανὸν ἀλλὰ καὶ τὴν γῆν ἅπασαν τῆς δόξης ἐμπλήσασαν. Τοῦτο δὲ ἡ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίηκεν ἐνανθρώπησις· μετὰ γὰρ δὴ τὴν δεσποτικὴν ἐπιφάνειαν ἐδέξατο τὰ ἔθνη τὴν τῆς θεογνωσίας ἀκτῖνα. 4Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Τὰ γὰρ ἐσόμενα μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν προδεδηλωκότων τῶν σεραφίμ, ἀναγκαίως μηνύεται καὶ τῶν δύο λαῶν ἡ συνάφεια. Ἀπὸ γὰρ τῆς φωνῆς, ᾗ τὴν γῆν ἅπασαν πεπληρῶσθαι τῆς θείας δόξης ἐμήνυεν, ἐπήρθη τὸ ὑπέρθυρον· τοῦτο δὲ γενόμενον περιττὴν τῶν θυρῶν ἐδείκνυ τὴν χρείαν· τῶν δὲ θυρῶν οὐκ ἐπικειμένων εἰσιτητὸν ἦν εἰς τὸν οἶκον τῷ βουλομένῳ λοιπόν. Ἐπειδὴ γὰρ Ὀζίας τοῦ νόμου κρατοῦντος ἔτι παρανόμως κατετόλμησε τῶν ἀδύτων, προσημαίνεται διὰ τῆς ὄψεως τῶν ἐθνῶν ἁπάντων ἡ κλῆσις. Μὴ γὰρ δή τις νομιζέτω φησὶν ἐν τῷ ναῷ περιγεγράφθαι τοῦ θεοῦ τῶν ὅλων τὴν δόξαν· ὁ γὰρ τῶν ὅλων δεσπότης τὰ πάντα πληροῖ. Καὶ τοῦτο δὲ οὐκ εἰς μακρὰν δῆλον γενήσεται· ἅπαντες γὰρ οἱ ἄνθρωποι τὸ τῆς θεογνωσίας εἰσδεξάμενοι φῶς πανταχοῦ ναοὺς ἀναστήσουσι τῷ τῶν ὅλων δημιουργῷ, ἐκείνων δὲ πληρουμένων τῆς δόξης οὗτος τῆς προτέρας γυμνωθήσεται δόξης καὶ ἀντὶ τοῦ θείου φωτὸς τοῦ Ῥωμαϊκοῦ πυρὸς εἰσδέξεται τὸν καπνόν. Τοῦτο δὲ καὶ κατὰ τὸν καιρὸν γεγένηται τοῦ σταυροῦ· ἐσχίσθη γὰρ τὸ καταπέτασμα καὶ τῆς ἐπανθούσης τῷ ναῷ χάριτος τὴν ἀπόστασιν ἔδειξεν. 5Καὶ εἶπον· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη <ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη> ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· «Οἴμοι ὅτι ἐσιώπησα· ἀνὴρ γὰρ ἀκάθαρτος χείλεσιν ἐγὼ καὶ ἐν μέσῳ λαοῦ ἀκαθάρτου χείλεσιν ἐγὼ οἰκῶ.» Σύμφωνος δὲ καὶ τῶν Ἄλλων ἡ ἑρμηνεία. Αἰνίτ τεται δὲ τὴν γεγενημένην ἐπὶ τῇ παρανομίᾳ τοῦ Ὀζίου σιγήν· καὶ διὰ τοῦτο ἑαυτὸν ἀκάθαρτον χείλεσιν ὀνομάζει ὡς κεκοινωνηκὼς τῷ τολμήματι διὰ τῆς σιωπῆς -τὴν αὐτὴν δὲ καὶ τοῦ λαοῦ κατηγορίαν πεποίηται-καὶ τὴν θείαν δέδιεν ἐπιφάνειαν ὡς δικαστικὴν παρουσίαν. 6Καὶ ἀπεστάλη πρός με ἓν