1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

20

δράκοντα.» 1.191 Περὶ τοῦ οὕτω λεγομένου λέοντος καὶ δράκοντος, ἐν τῇ Ἰωάννου Ἀποκαλύψει λέγεται ὡς εἴη «ὁ ἀρχαῖος Σατανᾶς». Ἐκ παραλλήλου δόξει εἰρῆσθαι ἐν τῇ τοιαύτῃ θεωρίᾳ διάβολος καὶ Σατανᾶς ὁ αὐτός, ἑβραϊκὴ δ' οὖσα ἡ Σατανᾶς φωνὴ «ἀντικείμενος» σημαίνει τῇ Ἑλλήνων φωνῇ. 1.192 Τούτων οὕτω θεωρουμένων, μακάριόν ἐστιν ἔχειν ἐχθρὸν καὶ ἀντικείμενον τὸν διάβολον καὶ μὴ φίλον· ἐπιβλαβὴς γὰρ ἡ τούτου ἑταιρία καὶ εἰς ὄλεθρον κατασπῶσα. Αὐτίκα γοῦν πλησιάσας τῷ Ἰούδᾳ, «υἱὸν ἀπωλείας» αὐτὸν ἐποίησεν καὶ ἴδιον τέκνον ὡς μετασχεῖν καὶ τῆς προσηγορίας αὐτοῦ. 1.193 Φησὶν γὰρ ὁ Σωτὴρ περὶ αὐτοῦ πρὸς τοὺς δώδεκα μαθητάς· «Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην; Καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν.» Καὶ αὐτῷ δὲ τῷ Ἰησοῦ, καθὸ ἄνθρωπος γέγονεν ἀναλαβὼν ψυχὴν καὶ σῶμα ἀνθρώπου, ἐν τῷ ἐρήμῳ ἔστη ἀντικείμενος ἐκ δεξιῶν νηστεύοντι τεσσεράκοντα ἡμέρας καὶ νύκτας ἴσας. 1.194 Ἦ οὐκ ἀντικείμενος ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ δολερῶς ἔφασκεν· «Βάλε σεαυτὸν ἐντεῦθεν κάτω», καὶ δείξας πάσας τὰς βασιλείας τῆς οἰκουμένης καὶ τὰς δόξας αὐτῶν· «Ταῦτα πάντα δώσω σοι», εἶπεν, «ἐὰν πεσὼν προσκυνήσῃς μοι». Πλὴν εἰ καὶ σὺν δόλῳ ταῦτ' ἔλεγεν, ἀνετράπη καὶ κατεβλήθη ἔξαθλος γενάμενος ὑπὸ τοῦ «πειραθέντος κατὰ πάντα» τοῖς ἄλλοις ἀνθρώποις. 1.195 ∆ῴη δὲ καὶ ἡμῖν ὁ Θεὸς ὁ τῶν ἀβοηθήτων βοηθός, τὴν πάλην ἔχουσιν ἡμῖν «πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας», ἀπλήκτους καὶ ἀπτώτους διαμεῖναι, μηδ' ὅλως ἁψαμένου ἡμῶν τοῦ πονηροῦ. 1.196Zach. III, 2: Καὶ εἶπεν Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος Ἰερουσαλήμ. Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; 1.197 Ὁ Κύριος, φησίν, εἶπεν τῷ διαβόλῳ· Ἐπιτιμήσαι ἐν σοί, διάβολε. Καὶ ἐν τῇ παρούσῃ λέξει, ὁ Κύριος περὶ Κυρίου λέγει, ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ, ὡς ἔμπροσθεν εἴρηται. Πῶς δὲ λέγει καὶ τί τῷ διαβόλῳ ὁ Κύριος ἐπιστατέον. 1.198 Οὐ προφορικῷ λόγῳ χρώμενος κατά τινα μίαν τῶν ἀνθρωπίνων διαλέκτων ὁμιλεῖ τῷ διαβόλῳ ὁ πάντων δεσπότης· οὐδὲ γὰρ αὐτὸς φωνητικοῖς ὀργάνοις χρᾶται ἀσώματος καὶ νοερὰ οὐσία ὑπάρχων, οὐδὲ πρὸς ὃν ὁ λόγος διάβολος πληττομένην ἔχει ἀκοὴν ὑπὸ φωνῶν συγκειμένων ἐκ συλλαβῶν, μάλιστα ὅταν Θεὸς ᾖ ὁ λέγων. Ἐντυγχάνοντες γοῦν τῇ βίβλῳ τοῦ Ἰώβ,εὑρίσκοντες ἐκεῖ Θεὸν λέγοντα τῷ διαβόλῳ καὶ τῷ Θεῷ τὸν διάβολον, οὐχ οὕτω μικροφυεῖς ἐσμεν ὡς νομίσαι κατὰ προφορὰν ἀνθρωπίνης διαλέκτου γίνεσθαι τὰς ἐρωτήσεις καὶ ἀποκρίσεις· ἄλλως ἁρμόζει καὶ πρέπει τοῖς ἐκκειμένοις προσώποις. Λέγει μὲν γὰρ Θεὸς ὅταν ὃ βούλεται φανερώσῃ οἷς ἔκρινεν ἀκούειν αὐτοῦ, ὡς αὖ ἀκούει τῶν διαλεγομένων αὐτῷ γινώσκων ὃ ἔχουσιν ἐν ἡγεμονικῷ τῷ σφῶν. 1.199 Καὶ ἐν τοῖς προκειμένοις γοῦν εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, φανερώσας αὐτῷ τὸ ἀπαγγελλόμενον ἔχον οὕτως· «Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε», μόνον οὐχὶ λέγων· Σκεῦος ὀργῆς ἔσῃ ἐν ᾧ καὶ δι' οὗ ἐπιτιμῶνται οἱ κολαστέοι ἐπαξίως οἷς ἠργάσαντο φαύλως. Εἰ δὲ πρὸς αὐτὸν λέγοιτο τὸ «ἐν σοί», διάνοιαν ἔχει τὸ ῥητὸν τοιαύτην· ἐπεὶ ἐν σεαυτῷ κεκρυμμένως ἁμαρτάνεις, οὐ λανθάνεις δὲ τοῦτ' ἐνεργῶν, τὸ κρυπτόν σου καὶ πάντων προκαταλαμβάνων ὁ Θεὸς ἐπιτιμᾷ ἐν σοί, ἐπιστάμενος τὴν ἐν σοὶ κρυπτομένην κακουργίαν. 1.200 Ὅτι δὲ οὕτως κακουργεῖ ὁ διάβολος καὶ πολλοὶ τῶν κατὰ πονηρίαν γεννηθέντων ὑπ' αὐτοῦ, πρὸς αὐτὸν ἐν Ἠσαΐᾳ ὁ Θεός φησιν· «Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι», καὶ τὰ ἑξῆς μέχρι τοῦ· «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ». Τούτῳ συνᾴδει καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ.» Ἁμαρτάνων γὰρ ἐν ἑαυτῷ καὶ λέγων ἐν τῇ διανοίᾳ· «Εἰς τὸν οὐρανὸν ἀναβήσομαι», οὐ λαθὼν ἐν ἑαυτῷ δέχεται τὴν ἐπιτιμίαν. Ἰσοδυναμεῖ τοῖς εἰρημένοις τό· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ