1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

21

ἔστιν Θεός.» 1.201 ∆είξας ὡς καὶ ὁ ἐν κρυπτῷ ἁμαρτάνων οὐ διαδιδράσκει τιμωρίαν, δείκνυσιν ἑξῆς τίς ἐστιν ὁ ἐπιτιμῶν, ὅτι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλὴμ ὑπάρχει. 1.202 Πολυτρόπως δὲ ἀποδέδοται τίς ἐστιν ἡ ἐκλεκτὴ τοῦ Θεοῦ πόλις· καὶ γὰρ ἡ καθαρὰ ψυχὴ ἡ ὁρῶσα «τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην» Ἰερουσαλὴμ προσηγορεύετο, καὶ ἡ ἔνδοξος τοῦ Χριστοῦ Ἐκκλησία, «ἡ ἁγία καὶ ἄμωμος, ἡ σπίλον ἢ ῥυτίδα οὐκ ἔχουσα», καὶ κατὰ τὴν ὑπεραναβεβηκυῖαν ἀλληγορίαν ἡ ἐπουράνιος τοῦ ζῶντος Θεοῦ πόλις, κατὰ τὸ οὕτω γεγραμμένον· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει τοῦ Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει.» 1.203 Τί δ' ἔσται ἐκ τοῦ «ἐπιτιμῆσαι τὸν Κύριον ἐν τῷ διαβόλῳ» φανεροῖ· φησὶν γάρ· «Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;» 1.204 Ἡμίκαυτον δὲ ξύλον ὁ δαλός, ἐγγὺς τοῦ εἰς ἄνθρακα μεταβαλεῖν φθάσας, μηκέτι ἔχων τὴν ἰσχὺν καὶ στερρότητα τοῦ ξύλου. Τοιοῦτοι δ' ἦσαν καὶ οἱ ἐχθροὶ τοῦ βασιλέως τῶν Ἑβραίων περὶ ὧν ὁ Θεὸς εἶπεν πρὸς αὐτόν· «Μὴ φόβου, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων τούτων.» 1.205 Ὥσπερ οὖν οὗτοι ἀσθενεῖς ὤφθησαν ὑποπεσόντες τῇ διὰ πυρὸς κολάσει, οὕτω καὶ ὁ τῆς ἐπιτιμίας τυχὼν ὑπὸ Κυρίου τοῦ ἐκλεξαμένου τὴν Ἰερουσαλὴμ ἀσθενὴς γέγονεν ὡς μηκέτι καρπὸν φέρειν, ἀφῃρημένος τὴν ζωτικὴν δύναμιν, κατὰ τὸν ἐκσπασθέντα ἀπὸ πυρὸς δαλόν· οὐ γὰρ ἔτι τὸ οὕτω καταφλεχθὲν φυτὸν καρπὸν φέρειν δύναται, εἰ καὶ ἐξεσπάσθη τοῦ πυρὸς ἵνα μὴ τέλειο̣ν ἀναλωθῇ καὶ εἰς τέφραν μεταβάλῃ, χρησιμεῦον εἰς ἑτέρας χρείας εἰς ἃς ὁ Θεὸς αὐτὸ παραλαμβάνει, πρὸς κάλου τοῖς κτιζομένοις, χωνευομένοις τε καὶ ἐλαυνομένοις ἀργυρέοις καὶ χρυσέοις σκεύεσι. 1.206 Πῶς γὰρ οὐκ ἐκσπᾶται ἀπὸ τοῦ πυρὸς τῆς αἰχμαλωσίας ὁ λυτρωθεὶς ἀπ' αὐτῆς ὑπὸ τοῦ κηρύξαντος αἰχμαλώτοις ἄφεσιν καὶ κάθοδον δόντος εἰς τὴν πατρίδα ἣν πρότερον ᾤκουν πρὶν ἐπελθεῖν τοὺς πολεμίους τοὺς συλλαβομένους καὶ κατασπάσαντας αὐτούς. 1.207 Zach. III, 3-5: Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. Καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων· Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ. Καὶ εἶπεν πρὸς αὐτόν· Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ περιέβαλον αὐτὸν ἱμάτια. 1.208 ∆υνατὸν ἐκλαβεῖν πρὸς ῥητὸν τὰς προκειμένας φωνὰς περὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, τοῦ δεικνύντος εἰκονικῶς τὸν ἀληθῶς πιστὸν ἀρχιερέα, ἀπαράβατον ἱερωσύνην ἔχοντα. Ἐπεὶ γὰρ ἀγαπητικοὶ τυγχάνουσιν οἱ ἅγιοι, συμπαθοῦσιν τοῖς ἐν κακοπραγίᾳ, ἀπὸ συμπαθείας «κλαίοντες μετὰ κλαιόντων». 1.209 Τούτου ἕνεκα ἀκμὴν ἔτι ἐν αἰχμαλωσίᾳ τυγχάνοντος τοῦ πέσαντος Ἰσραήλ, ὁ τὴν κηδεμονίαν ἐγκεχειρισμένος ἱερεύς, πενθῶν καὶ συγκακούμενος, ῥυπαρὰ ἱμάτια ἐνδέδυται, ἅπερ ἀφαιρεθῆναι ἀπ' αὐτοῦ προστάττει ὁ παρὼν αὐτῷ ἄγγελος. Ἔστιν δὲ τὰ ἱμάτια τὰ ῥυπαρὰ αἱ ἄνευ νόμου ἐπιτελούμεναι πράξεις· μετὰ γὰρ τὸ εἰπεῖν· «Ἀφέλετε αὐτοῦ τὰ ῥυπαρὰ ἱμάτια», ἁρμονίως ἐπιφέρεται· «Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου.» 1.210 Ἀφαιρεθεισῶν τῶν ἀνομιῶν αἵτινές εἰσιν ῥυπαρὰ ἱμάτια, ἐνδιδύσκεται τὸν ποδήρη, ἱερατικὸν ὄντα χιτῶνα, κοσμοῦντα μέχρι τῶν ποδῶν τὸν ἀμφιεννύμενον, καὶ ἐπιτίθεται κίδαρις καθαρὰ ἐπὶ τὴν κεφαλὴν τοῦ ἱερατικῶς θεραπεύοντος «τὸν ἐληλυθότα Κύριον καὶ κατασκηνώσαντα ἐν μέσῳ» τῆς Σιὼν καὶ Ἰερουσαλήμ. 1.211 Ἐπὶ τῇ ἀποκαταστάσει καὶ ἀνοικοδομῇ τῆς πόλεως καὶ τοῦ ναοῦ, ἐνδιδύσκεται ὁ προϊστάμενος τῶν ἐλευθερωθέντων ἀπὸ τῆς αἰχμαλωσίας «ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης», ἀποβαλὼν τὰ ῥυπαρὰ ἱμάτια διὰ τὸ μηκέτι πενθεῖν, ἀλλὰ ἀγαλλιᾶν καὶ εὐφραίνεσθαι, σωθέντων ἀπὸ τῆς αἰχμαλωσίας τῶν πειραθέντων αὐτῆς. 1.212 Τίσιν δὲ προστάττεται ἀφελεῖν ἀπ' αὐτοῦ τὰ ἱμάτια τὰ πενθικά, ῥυπαρὰ ὠνομασμένα, ἢ