1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

21

γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» Τὸ δὲ ἔδωκεν οὐκ ἐνεργητικῶς δεῖ νοεῖν· εἰ γὰρ αὐτὸς ἔδωκε καὶ μὴ βλέπειν ἠνάγκασε, πῶς εὐθύνας εἰσπράττεται; Πῶς ἀπει θοῦντας κολάζει; Οὐκοῦν τὸ ἔδωκεν ἀντὶ τοῦ συνεχώρησε τέθεικεν· ἐριστικῶς γὰρ καὶ φιλονείκως διακειμένους τοῖς οἰκείοις εἴασεν ἀκολουθεῖν λογισμοῖς· αὐτεξούσιον γὰρ πεποίηκε τῶν ἀνθρώπων τὴν φύσιν. 12Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους. Τὸ μακρυνεῖ «μακρὰν ποιήσει» ὁ Σύμμαχος εἴρηκε, τουτέστιν· εἰς αἰχμαλωσίαν ἐκπέμψει αὐτούς. Καὶ πληθυν θήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς· 13Καὶ ἔτι ἐπ' αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβιν θος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. ∆ιὰ τούτων σημαίνει καὶ τὴν προτέραν αὐτῶν καὶ τὴν δευτέραν πολιορκίαν. Οὐεσπαςιανὸς μὲν γὰρ πρῶτος στρατηγῶν αὐτοῖς ἐπεστράτευσεν· εἶτα μετὰ τὴν Νέρωνος τελευτὴν τὸν υἱὸν Τίτον καταλιπὼν αὐτὸς διὰ τὴν βασιλείαν ἀνέ στρεψεν. Ὁ Τίτος τοίνυν τὴν πόλιν πολιορκήσας καὶ τὸν ναὸν ἐμπρήσας καὶ πολλοὺς δορυαλώτους λαβὼν εἰς τὴν Ῥωμαίων ἐπανῆλθε μητρόπολιν. Ἀλλ' οἱ τὰς ἐκείνων διαφυγόντες χεῖρας πάλιν ἐπανῆλθον καὶ τὴν πόλιν ᾤκησαν· πολλῷ δὲ οὗτοι τῶν προτέρων οἰκητόρων ἦσαν ἐλάττους· οὗ δὴ χάριν αὐτοὺς τὸ ἐπιδέκατον ἐκείνων καλεῖ, τουτέστι δεκατημόριον. Ἀλλὰ πάλιν Ἀδριανὸς αὐτοῖς στασιάσασι παντελῆ ἐπήγαγεν ὄλεθρον καὶ αὐτὴν δὲ τῆς πόλεως τὴν προσηγορίαν ἐνήλλαξεν ἐκ τῆς οἰκείας ἐπωνυμίας ταύτην καλεῖσθαι κελεύσας· Αἰλία γὰρ ἐκεῖθεν προσηγορεύθη· Αἴλιος γὰρ ἐπίκλην ὠνομάζετο. Ταῦτα τῷ προφήτῃ δια γορεύων εἶπεν ὁ θεὸς ὅτι πάλιν ἔσται εἰς προνομήν. Καὶ τὴν ἐρημίαν αὐτῆς σημαίνων καὶ τῆς καρδίας τὸ ἄκαρπον καὶ ἀντίτυπον, οὐκ ἀπῄκασε δένδρῳ καρπίμῳ ἀλλὰ τερεβίνθῳ καὶ βαλάνῳ καὶ τούτοις φύλλων ἐστερημένοις. Ἢ κατὰ τὸν Σύμμαχον· «Ἔσται εἰς καταβόσκησιν ὡς δρῦς καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα τὰ φύλλα ἵσταται μόνη.» Σαφῶς γὰρ διὰ τούτων δεδήλωκεν ὅτι κατεβοσκήθη ὑπὸ ἀλλογενῶν ἀνθρώπων καθάπερ ὑπὸ χοίρων αἱ βάλανοι καὶ μεμένηκεν ἔρημος τῶν ἀγαθῶν ὡς δρῦς καὶ βάλανος καρπῶν καὶ φύλλων γεγυμνωμέναι. Ταῦτα ἐν τῇ βασιλείᾳ Ἰωάθαμ καὶ ἰδὼν καὶ μαθὼν ὁ προφήτης-μετὰ γὰρ τὸν Ὀζίαν αὐτὸς ἐβασίλευσεν- τὰ ἐπὶ Ἄχαζ λοιπὸν-υἱὸς δὲ αὐτὸς τοῦ Ἰωάθαμ- γεγενημένα τε καὶ τεθεσπισμένα συγγράφει. Ἀλλ' ὁ μὲν Ἰωάθαμ εὐσεβείας τρόφιμος ἦν, ὁ δὲ Ἄχαζ ἐκ διαμέτρου παράνομός τε ἅμα καὶ δυσσεβής. Οὗ δὴ χάριν τῆς θείας κηδεμονίας οὐκ ἔτυχεν, ἀλλὰ πολέμου συγκροτηθέντος καὶ τοῦ βασιλέως τῶν δέκα φυλῶν παραταξαμένου-Φακεὲ δὲ ἦν ὄνομα τούτῳ Ῥομελίου υἱός-ἀποβάλλει μὲν ἑκατὸν εἴκοσι χιλιάδας ἐν τῷ πολέμῳ, ἐξανδραποδίζουσι δὲ οἱ νενικηκότες γυναικῶν καὶ παιδίων ἑτέρας χιλιάδας διακοσίας. Ἀλλὰ τοὺς μὲν αἰχμαλώτους Ὠδὴδ ὁ προφήτης ἀφεθῆναι πεποίηκεν- ἡ δὲ τῶν |107 b| Παραλειπομένων ἱστορία διδάσκει ταῦτα-πρὸς τοὺς νενικηκότας εἰπών· «Ἰδοὺ ὀργὴ τοῦ θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ἰούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπε κτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθασεν. Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· Οὐκ ἰδοὺ οὔκ εἰμι μεθ' ὑμῶν, μαρτύρεται κύριος ὁ θεὸς ὑμῶν· πλημμέλεια μεθ' ὑμῶν κυρίῳ τῷ θεῷ ὑμῶν. Καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε ἀπὸ τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ κυρίου ἐφ' ὑμᾶς.» Οὗτος ὁ θαυμάσιος προφήτης καὶ τὴν αἰτίαν ὑποδείξας τῆς ἥττης -διὰ γὰρ τὴν ἀσέβειαν παρέδωκεν αὐτοὺς ὀργισθεὶς ὁ θεός-καὶ τῆς συγγενείας ἀναμνήσας ἔπεισεν ἀφεῖναι τοὺς δοριαλώτους γεγενημένους. Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα πέπονθεν ὁ δυσσεβὴς βασιλεύς· καὶ γὰρ Ἰδουμαῖοι τοὺς πελάζοντας καὶ Ἀλλόφυλοι τοὺς γειτονεύοντας ἐξηνδραπό δισαν. Ὁ δὲ παράνομος βασιλεύς, δέον παρὰ τοῦ θεοῦ τὴν συμμαχίαν αἰτῆσαι, πρὸς τὸν τῶν Ἀσσυρίων κατέφυγε βασιλέα. Ὁ δὲ φιλάνθρωπος δεσπότης