1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

22

τοῖς αἰτίοις γεγενημένοις ἐν τῷ ἁμαρτάνειν τοῦ τοιαῦτα ἄμφια ἐνδεδῦσθαι; ∆υνατὸν ἐκλαβεῖν ἀγγέλους θείους εἶναι τοὺς τὴν πρόσταξιν λαμβάνοντας, παρεμβάλλοντας κύκλῳ τῶν φοβουμένων τὸν Θεὸν ἐπὶ τῷ ῥύσασθαι αὐτούς, ὥστε μηκέτι κατηφεῖν καὶ σκυθρωπάζειν ἐπὶ παρούσῃ δυσπραγίᾳ. 1.213 Πρὸς τοῖς εἰρημένοις πρὸς τὴν ῥητὴν διήγησιν, καὶ τὰ πρὸς διάνοιαν θεωρητέον. 1.214 Ἰησοῦς ὁ μέγας ἀρχιερεύς, οὗ τύπον φέρει ὁ εἰκονικὸς Ἰησοῦς ὁ ἐν τῇ Βαβυλῶνι μετὰ τῶν αἰχμαλώτων διάγων, ἐνεδέδυτο ῥυπαρὰ ἱμάτια τὰς πάντων ἀνθρώπων ἁμαρτίας, οὐχ ἁμαρτὼν αὐτὸς μηδὲ πειραθεὶς ἁμαρτίας. Ἵν' ἐκδύσηται καὶ ἀποβάλῃ τὸ ὑπὲρ ἡμῶν ἐνεδύσατο ὕφασμα τῆς ἁμαρτίας, ἐπὶ τὸν σταυρὸν ἀναβαίνει, ὡς τὸν θεολόγον Πέτρον, τὸν ἀπόστολον Χριστοῦ, γράφειν· «Ὃς τὰς ἁμαρτίας ἡμω῀̣ν ἀνήνεγκεν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵν' ἀπογενόμενοι ταῖς ἁμαρτίαις τῇ δικαιοσύνῃ αὐτοῦ ζήσωμεν.» 1.215 Συνῳδὰ καὶ «τὸ τῆς ἐκλογῆς σκεῦος» Παῦλος ἐπιστέλλει οὕτω γράφων· «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν παρρησίαν ἐν τῷ ξύλῳ, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ῥήξας αὐτὸ καὶ ἄρας ἐκ τοῦ μέσου», ἵν' ἐν παρρησίᾳ θριαμβεύσας ἀποδύσηται τ̣ὰς περιέκειτο πρότερον ἀρχὰς καὶ ἐξουσίας. Πῶς γὰρ οὐκ ἐνδιδύσκεται ταύτας ὁ ἐνεργῶν ἃ ὑποβάλλουσι χείρονα καὶ κακὰ φρονήματα; 1.216 Κατασκευαστέον δὲ ἐκ τοῦ ἐναντίου τὴν θεωρίαν. 1.217 Ὁ πράττων καὶ φρονῶν ἃ διδάσκει ὁ Σωτὴρ αὐτὸν ὄντα Χριστὸν ἐνδύεται κατὰ τὸ· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν»,καὶ τό· «Ὅσοι Χριστὸν ἐνεδύσασθε.» Ὁ πράττων καὶ διανοούμενος τὰ τῶν πονηρῶν ἀρχῶν καὶ ἐξουσιῶν, πρὸς ἃς ἔχουσι τὴν πάλην οἱ σωτηρίως ἀθλοῦντες, ἐνδιδύσκεται αὐτάς, τὰς κατ' αὐτὰς ποιότητας δεχόμενος. Ταύτας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ἀπεξεδύσατο, ἀναλαβὼν τὰς ἡμετέρας ἁμαρτίας· εἴρηται γὰρ περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται», καὶ μεθ' ἕτερα ἐν τῇ Ἠσαΐου προφητείᾳ λέγεται· «Καὶ ἁμαρτίας πολλῶν ἀνοίσει.» 1.218 Κἂν τοίνυν Ἰησοῦς ἐνδεδυκὼς θεωρῆται ἱμάτια ῥυπαρά, οὐκ αὐτοῦ ταῦτα τυγχάνει, οὐχ ὑφάνας, οὐ κατασκευούσας αὐτά. Ὑπὲρ γὰρ τῶν ποιησάντων καὶ προηγουμένως φορούντων αὐτά, χάριτι τοῦ ἀγαθοῦ Θεοῦ ἐνεδύσατο αὐτά, «ἵν' ὑπὲρ παντὸς γευσάμενος θανάτου» ἔξω ποιήσῃ θανάτου τοὺς ὑπὲρ ὧν ἐγεύσατο αὐτοῦ, μόνον θιγὼν καὶ πλησιάσας αὐτῷ. Αὐτίκα γοῦν καὶ ἐνδυσάμενος τὰ ῥυπῶντα ἐσθήματα, πρὸ προσώπου τοῦ ἀγγέλου ἕστηκεν, οὐδαμῶς χωριζόμενος αὐτοῦ. 1.219 Τί δὲ λέγει ὁ ἄγγελος τοῖς πρὸ προσώπου τοῦ Ἰησοῦ ἑστηκόσιν; «Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ»· οὐ γὰρ αὐτοῦ, ἀλλ' ὑμέτερά ἐστιν· ἐπεὶ γὰρ ὑμῶν πραττόντων τὰ ἀπαγορευόμενα ῥυπῶσαν αὐτὸς ἐσθῆτα περ̣ίκειται, μεταγνόντες ἐφ' οἷς ἁμαρτητικῶς ἐποιεῖτε, ἔξω ποιήσατε αὐτὸν τῶν ῥύπων τῶν ἁμαρτιῶν. 1.220 Ῥητέον δὲ καὶ ἑτέρως· «μὴ γνοὺς Ἰησοῦς ἁμαρτίαν, ἁμαρτία ὑπὲρ ἡμῶν γέγονεν ὑπὸ τοῦ Θεοῦ», σταυρὸν ἀναδεξάμενος, «ἵνα ἡμεῖς δικαιοσύνη Θεοῦ ἐν αὐτῷ γενώμεθα». Οὗ συμβάντος, αἵρεται ἀπ' αὐτοῦ τὸ ἁμαρτία γεγονέναι, ἵνα μηκέτι ἔχῃ τὰ ἄλλων ῥυπαρὰ ἱμάτια. 1.221 Ὡσαύτως ῥυπῶσαν ἐσθῆτα περίκειται, ὅταν ὑπὲρ ἡμῶν πάντων γένηται κατάρα ἵν' εὐλογίας τύχωμεν, ἥνπερ ἐκδιδύσκεται ὅταν ἀπολάβωμεν τὴν εὐλογίαν, ἣν ἵνα ὑπαρχθῇ κατάραν ἀνεδέξατο, αἰσχύνης καταφρονήσας ἵνα ζῶντες κατὰ Θεὸν γενώμεθα. 1.222 Ἀφαιρέσεως γεγενημένης τῶν ῥυπαρῶν ἐνδυμάτων, ἐνδύεται ἀρχιερεὺς ὢν μέγας καὶ ἀληθινὸς τὸν ἱερατικὸν χιτῶνα ποδήρη καλούμενον, καὶ κίδαριν περιτίθεται καθαράν, καὶ περιβάλλεται ὑφ' ἡμῶν ἱμάτιον τὸ ἀνθρώπου σῶμα. Αἴτιοι γὰρ γενάμενοι τοῦ χρήσασθαι αὐτὸν τοιούτῳ ἐνδύματι, ἡμεῖς αὐτὸν περιβάλλομεν. 1.223 Πλὴν εἰ καὶ περιβέβληται τὸ λεχθὲν ἱμάτιον τῷ Θεῷ λέγων· «Σῶμα δὲ κατηρτίσω μοι», ἀλλ' οὖν μένει πάλιν ἱερεὺς μέγας περικείμενος τὸν ἱερατικὸν χιτῶνα, τὸν ποδήρη ἐκεῖνον πρὸς ὃν τὸν αἰσθητὸν