23
κατεσκεύασαν πνεύματος σοφίας πεπληρωμένοι ὑφάνται. Πᾶσα γὰρ ἡ σκηνὴ καὶ τὰ σκεύη αὐτῆς καὶ ὁ κόσμος ὃν περίκειται ὁ ἀρχιερεὺς κατεσκευάσθησαν κατὰ τὸν τύπον τὸν δειχθέντα ἐν τῷ ὄρει τῷ ἱεροφάντῃ. 1.224 Σκέπει δὲ τὴν κεφαλήν, τοῦτ' ἔστιν τὸν νοῦν, τοῦ ἱερέως τοῦ μεγάλου ἡ καθαρὰ κίδαρις· καὶ τάχα τὸ κεφάλαιον τῆς περὶ Χριστοῦ θεολογίας ἡ κίδαρίς ἐστιν, οὐδὲν ὑλικὸν ἢ ῥυποῦν ἔχουσα, ὁ δὲ ποδήρης ἡ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ θεωρία. 1.225Zach. III, 5-7: Καὶ ὁ ἄγγελος Κυρίου εἱστήκει. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς Ἰησοῦν λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐν τοῖς προστάγμασίν μου φυλάσσῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου. Καὶ ἐὰν διαφυλάξῃς τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. 1.226 Ἑστὼς ἄγγελος Κυρίου βεβαίως καὶ ἀμετακινήτως διεμαρτύρατο τῷ Ἰησοῦ λέγων· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πορεύῃ, καὶ τὰ προστάγματά μου φυλάσσῃς.» Ὁδοὶ δὲ Κυρίου αἱ ἀρεταὶ τυγχάνουσιν κατὰ τὴν φυλακὴν τῶν προσταγμάτων αὐτοῦ τελούμεναι, περὶ ὧν ὁ ἅγιός φησιν τῷ Θεῷ· «Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.» Αὐτὰς ὁ βαδίζων καὶ τρίβων τῷ συνεχῶς ἐπιβαίνειν, θείων ἀμοιβῶν τεύξεται, λαμβάνων ὑπὸ Κυρίου τὸ «διακρίνειν τὸν οἶκον αὐτοῦ καὶ διαφυλάσσειν τὴν θείαν αὐλὴν αὐτοῦ». 1.227 Οἶκον ἐν τούτοις ἐκλημπτέον οὐ τόπον καὶ οἰκοδόμημα, ἀλλὰ τὸ ἄθροισμα τῶν συμπληρούντων αὐτόν, καθὸ σημαίνων ὁ Ἀπόστολός φησιν· «Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Καὶ πρὸς Τιμόθεον ἐπιστέλλει· «Ἂν βραδύνω, ἵν' εἰδῇς πῶς δεῖ σε ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.» 1.228 ∆ιακρίνεται δὲ οὗτος ὁ οἶκος ὑπὸ Ἰησοῦ, τιθέντος ἐν τῇ Ἐκκλησίᾳ «ἀποστόλους, προφήτας, ποιμένας, διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων». Οὐ γὰρ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς διακρίσεως καὶ διαστολῆς, ὃ μέν τις τίθεται εἰς ἀποστόλου βαθμόν, ὃ δὲ εἰς προφήτου τόπον, ἕτεροι δὲ εἰς τὸ νέμειν τὴν Χριστοῦ ποίμνην καὶ ἄλλων τὴν θείαν παίδευσιν ἐκπονεῖν τοῖς πρὸς τὸ μανθάνειν ηὐτρεπισμένοις ἁγίοις τυγχάνουσιν. Τούτοις ὅμοιόν ἐστιν τὸ ἐν Ψαλμοῖς ὧδε ἔχον· «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει.» 1.229 Ὁ οὕτω χρηματίζων Θεοῦ οἶκος κατ' ἄλλην νόησιν σῶμα Χριστοῦ τυγχάνει ἐκ πολλῶν μελῶν συγκείμενον καὶ καταρτιζόμενον· ὀφθαλμοὶ γοῦν αὐτοῦ τυγχάνουσιν οἱ θεωρητικὸν βίον ἑλόμενοι, ὡς αὖ χεῖρες αὐτοῦ εἰσιν οἱ πρακτικοί, ἐργαζόμενοι τὰ τῆς ἀρετῆς ἔργα, ὤτων καλουμένων τούτου τοῦ σώματος τῶν συνετῶν ἀκροατῶν ὧν ἕκαστος ἐρεῖ· «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» Καταλλήλως πόδες τοῦ Χριστοῦ σώματος λεχθεῖεν «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί». 1.230 Ἑπομένως τῷ διακρίνειν τὸν οἶκον Κυρίου, καὶ τὸ θεῖον σῶμα διακρίνειν, ἵν' ὃ μέν τις ὡς προείρηται ὀφθαλμὸς ᾖ, ὃ δὲ χεὶρ δραστήριος ὧν καλὸν ἐνεργεῖν καὶ ἀποτελεῖν ἐργαζόμενον. Ἁρμονίως καὶ περὶ τῶν λοιπῶν μελῶν λεχθήσεται. 1.231 Παραπλησίως τῷ διακρίνειν τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὴν θείαν αὐλὴν αὐτοῦ διαφυλάσσει, περὶ ἧς τὸ ἅγιον Πνεῦμα βοᾷ τοῖς σπεύδουσιν ἐν αὐτῇ διατρίβειν· «Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.» 1.232 Τί δὲ τὸ ἆθλον τοῦ διακρίνοντος τὸν Θεοῦ οἶκον καὶ διαφυλάσσοντος τὴν αὐλὴν αὐτοῦ παρίσταται ἐν τῷ· «Καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων.» Ἑστηκότες δὲ δείκνυνται οἱ βεβαίως κατὰ ἁγιότητα ἱδρύμενοι, στάσιν μόνιμον κατὰ πίστιν ἀπειληφότες, οἷς προφωνῶν ὁ Ἀπόστολος γράφει· «Καὶ γὰρ τῇ πίστει ἑστήκατε.» Τοὺς οὕτω «τεθεμελιωμένους καὶ ῥεριζομένους» τελείως «ἐν ἀγάπῃ» σημαίνων ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ φησίν· «Εἰσίν τινες τῶν ὧδε ἑστηκότων.» 1.233 Ἀνὰ μέσον τῶν οὕτως ἑστηκότων τῷ Ἰησοῦ ὑπὸ Θεοῦ δίδονται ἀναστρεφόμενοι κατὰ πολιτείαν