23
Ἀμφότερα δὲ τῷ τούτου παρέσχε παιδὶ Ἐζεκίᾳ τῷ βασιλεῖ, ἐν οὐρανῷ μὲν ἀναστρέψαι κελεύσας τὸν ἥλιον, ἐν δὲ τῇ γῇ τοὺς Ἀσσυρίους κολάσας καὶ μέντοι καὶ τὴν σωματικὴν αὐτῷ δωρησάμενος ὑγείαν. 12Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον. Τούτοις δὲ τοῖς λόγοις οὐχ ὡς καὶ δίχα σημείου πιστεύων |108 b| ἀλλ' ὡς ἀντιλέγων ἐχρήσατο. Οὗ δὴ χάριν ὁ προφήτης οὐκ αὐτῷ λοιπὸν ἀλλὰ πάσῃ τῇ τοῦ ∆αυὶδ διαλέγεται συγγενείᾳ καί φησιν· 13Ἀκούσατε δὴ οἶκος ∆αυίδ· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; 14∆ιὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. Τοῦτο σαφέστερον ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας ἡρμήνευσαν· «Μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν θεόν μου;» Οὐκ ἀπόχρη φησὶν ὑμῖν τὸ τοῖς προφήταις ἀντι λέγειν, τὸ τοῖς θείοις ἀντιτείνειν θεράπουσιν, ἀλλὰ καὶ αὐτῷ τῷ δεσπότῃ κελεύοντι προφανῶς ἀπειθεῖτε; ἀλλ' ὅμως καὶ μὴ βουλομένοις σημεῖον ὑμῖν δώσει καινὸν καὶ παρά δοξον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Τοῦτο ἀληθῶς σημεῖον καὶ εἰς βάθος καὶ εἰς ὕψος. Καὶ γὰρ ὁ Θεοδοτίων καὶ ὁ Ἀκύλας οὕτως τοῦτο ἡρμήνευσαν· «Βάθυνον εἰς ᾅδην ἢ ὕψωσον ἄνω.» Ὁ δὲ Ἐμμανουὴλ καὶ εἰς τὸν ᾅδην κατελήλυθε καὶ εἰς τὸν οὐρανὸν ἀνελήλυθε καὶ τὸν εἰς τὸν ᾅδην κείμενον Ἀδὰμ εἰς οὐρανοὺς ἀνεβίβασεν. Ταύτην μέντοι τὴν προφητείαν οὐχ ὡς ἔτυχεν ἐπὶ τοῦ παρόντος προήνεγκεν ἀλλ', ἐπειδὴ ἐδεδίεσαν τῶν πολεμίων τὴν προσ βολὴν καταλύσειν ἀπειλούντων τὴν ∆αυιτικὴν βασιλείαν, ἀναγκαίως διδάσκει ὡς ἀδυνάτοις ἐπιχειροῦσιν· ∆εῖ γάρ φησι φυλαχθῆναι τὸ ∆αυιτικὸν γένος, «ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται» καὶ παράσχῃ τὴν προσδοκωμένην εὐλογίαν τοῖς ἔθνεσιν. Ἐγὼ δὲ τὴν ἀναίδειαν Ἰουδαίων θαυμάζω μὴ δεχομένων τῆς παρθένου τὴν πρόρρησιν· Ἀκύλας γάρ φασι καὶ Θεοδοτίων καὶ Σύμμαχος οὐ παρθένον ἀλλὰ «νεᾶνιν» ἡρμήνευσαν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν πρῶτον μὲν ὡς τῶν ἑβδομήκοντα ἀνδρῶν ἡ μαρτυρία τῆς ὑπὸ τριῶν γιγνομένης ἀληθεστέρα, μάλιστα ἐν πλήθει τοσούτῳ τὸ σύμφωνον ἔχουσα. Ἔχουσι δὲ ἀπὸ τοῦ χρόνου καὶ τὸ ἀξιόπιστον· πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως μετέβαλον τὴν θείαν γραφὴν εἰς τὴν Ἑλλάδα φωνὴν οὐδεμίαν πρόφασιν ἔχοντες κακουργίας. Πρὸς δὲ τούτῳ, ὅτι καὶ θεία χάρις αὐτοῖς εἰς τὴν συμφωνίαν συνήργησεν. Θεοδοτίων δὲ καὶ Ἀκύλας καὶ Σύμμαχος μετὰ τὴν δεσποτικὴν ἐπιφάνειαν ἡρμήνευσαν τὴν θείαν γραφὴν καὶ τὰ Ἰουδαίων φρονοῦντες κακοήθως τὰς δεσποτικὰς προρρήσεις κατέβαλον. Ἀλλ' ὅμως οὐδὲ τοῦτο συνεσκίασε τὴν ἀλήθειαν. Καὶ γὰρ τὸ τῆς νεάνιδος ὄνομα Μωυσῆς ὁ νομοθέτης ἀντὶ τῆς παρθένου προσηγορίας δείκνυται τεθεικώς· «Ἐὰν γάρ τίς» φησιν «εὕρῃ νεᾶνιν ἐν τῷ πεδίῳ καὶ κοιμηθῇ μετ' αὐτῆς», τόδε καὶ τόδε ποιήσατε. Πλὴν μηδὲ τοῦτο δῶμεν εἰρηκέναι τὸν νομοθέτην. Ἀρκεῖ γὰρ εἰς ἀπόδειξιν ἡ τοῦ σημείου προση γορία. Σημεῖον γὰρ καὶ σημεῖον μέγιστον οὗτος ὁ τόκος καλεῖται· οὐδεὶς δὲ σημεῖον καλεῖ τὸ καθ' ἑκάστην ἡμέραν γιγνόμενον· εἰ γὰρ μὴ παρθενικός ἐστιν ἀλλὰ γαμικὸς ὁ τόκος, πῶς τὸ συνήθως κατὰ φύσιν ὁδεῦον σημεῖον προσαγορεύεται; Ἀλλὰ τὴν Ἰουδαίων κ ατηγορίαν ἐπὶ τοῦ παρόντος καταλίπωμεν, τῆς δὲ ἑρμηνείας ἐχώμεθα. Προθεσπίσας τῆς παρθένου τὴν σύλληψιν ὁ προφήτης καὶ τὸν παράδοξον τόκον, καὶ τὴν προσηγορίαν ἐπέθηκεν· Ἐμμανουὴλ γὰρ τὸ βρέφος ὠνόμασεν. ∆ηλοῖ δὲ τοὔνομα τὸν μεθ' ἡμῶν |109 a| θεόν, τὸν ἐνανθρωπήσαντα θεόν, τὸν τὴν ἀνθρωπείαν φύσιν ἀνειληφότα θεόν, τὸν ἑνωθέντα ταύτῃ θεόν, τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν ἐν ἑνὶ υἱῷ γνωριζομένην. Εἶτα προαγορεύει κατὰ ταὐτὸν καὶ τὰ ἀνθρώπεια καὶ τὰ θεῖα· 15Βούτυρον καὶ μέλι φάγεται. Τοῦτο ἀνθρώπειον. Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρίαν ἐκλέξεται τὸ ἀγαθόν. 16∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τοῦτο οὐ κατὰ ἄνθρωπον ἀλλ' ὑπὲρ ἄνθρωπον. Τῶν γὰρ ἀνθρώπων ἡ φύσις οὐκ εὐθὺς τικτομένη τὴν διάκρισιν δέχεται τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος, ἀλλὰ