1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

24

θείαν καὶ θεωρίαν τῆς ἀληθείας. Ἐν οἷς ἀνθρώποις, ἀληθῶς τυγχάνουσι κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, συνανεστράφη ὁ λαβὼν αὐτοὺς ὑπὸ τοῦ Πατρὸς Ἰησοῦς, «ἐπὶ τῆς γῆς ὀφθεὶς ἵνα συναναστραφῇ τοῖς ἀνθρώποις», τύπον καὶ ὑπογραμμὸν παρέχων τοῖς προῃρημένοις μιμεῖσθαι αὐτόν. 1.234 Κατὰ δεύτερον λόγον ἐρεῖς ἑστηκότας δεικνυμένους τοὺς χορεύοντας ἀγγέλους συναγομένους κατὰ «χιλιάδας χιλιάδων καὶ μυριάδας μυριάδων» αἰνούντων τὸν παμβασιλέα Σωτῆρα καὶ λειτουργούντων αὐτῷ. Τούτων τῶν παραστατῶν τῷ αὐτῶν δημιουργῷ ἀνὰ μέσον ἀναστρεφόμενοι δίδονται οἱ μετὰ ἀνάστασιν ἰσάγγελοι γινόμενοι, οὐκέτι γαμοῦντες ἢ γαμιζόμενοι, οὐκέτι ἀποθανεῖν δυνάμενοι, παυσαμένης τῆς ἐγγάμων καὶ παιδοποιίας διαδοχῆς, ἐπείπερ «τὸ φθαρτὸν αὐτῶν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν ἐνεδύσατο». 1.235 Πῶς γὰρ οὐκ ἐν μέσῳ τῶν ἑστηκότων ἀθανάτων ἀγγέλων καὶ τῶν ἑτέρων θείων δυνάμεων ἀναστρέφεται ὁ ἀγαμίαν κατορθῶν, «μεριμνῶν τὰ τοῦ Κυρίου, ἀπερισπάστως» ἀεὶ ὢν «εὐπάρεδρος» τὸν θεραπεύειν ἱερατικῶς εἵλατο, εὐγενῶς δουλεύειν αὐτῷ, ἵν' οὕτω φράσω, προθέμενος. 1.236 Ὁμοίως καὶ «ἡ παρθένος, πνεύματι καὶ σώματι ἁγία» τυγχάνουσα, ἀπερισπάστως εὐαρεστεῖ τῷ θείῳ νυμφίῳ, οὐδὲ κατὰ ποσὸν αὐτοῦ ἀπολείπεσθαι ἀνεχομένη. Καὶ συλλήβδην εἰπεῖν πάντες οἱ τῷ Σωτῆρι πλησιάζοντες τῷ μετέχειν αὐτοῦ ἀναστρέφονται ἀνὰ μέσον τῶν ἀεὶ καὶ διηνεκῶς ἑστηκότων ἐν ἁγιότητι. Εἷς τῶν οὕτως ἀναστρεφομένων ὑμνῶν τὸν παμβασιλέα ἀνεφθέγξατο· «Ἐναντίον ἀγγέλων ψαλῶ σοι.» 1.237Zach. III, 8-9: Ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου καὶ οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσίν. ∆ιότι ἰδοὺ ἄγω τὸν δοῦλόν μου ἀνατολήν, διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν. 1.238 Ὁ διαμαρτυρόμενος ἄγγελος Κυρίου τῷ Ἰησοῦ τῷ μεγάλῳ ἱερεῖ τάδε φησίν· Ἄκουε σύ, Ἰησοῦ, ὁ μέγας ἱερεὺς ὤν· ἀκουέτωσαν δὲ καὶ οἱ πλησίον σου καὶ οἱ καθήμενοι πρὸ προσώπου σου, τερατοσκόποι ἄνδρες ὄντες, ὅτι ἐγὼ καλῶ τὸν δοῦλόν μου ἀνατολήν, ὅτι ἐπὶ τὸν λίθον ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ ἑπτὰ ὀφθαλμοί εἰσιν αὐτοῦ. 1.239 Ἱερεὺς μέγας Ἰησοῦς ἐν τοῖς πρότερον ἀποδέδοται ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερατεύων, περὶ οὗ Ἑβραίοις ἐπιστέλλων ὁ Ἀπόστολος γράφει· «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» 1.240 Καὶ ὅρα ὅτι οἱ δυνάμενοι κατανοεῖν ὡς πιστός ἐστιν τῷ ποιήσαντι αὐτὸν ὁ ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν ἅγιοι τυγχάνουσιν, κλήσεως ἐπουρανίου μετέχοντες. Οὐ γὰρ παντός ἐστι θεωρεῖν πῶς πιστός ἐστιν τῷ ποιήσαντι αὐτὸν ἀπόστολος καὶ ἱερεὺς Ἰησοῦς, ἀλλὰ μόνου καὶ παντὸς τοῦ σοφίαν δυναμένου λαλεῖν ἐν τοῖς τελείοις, τοῦ δυναμένου φάναι· «Ἰησοῦν ἑώρακα» τοῖς ὀφθαλμοῖς τῆς καρδίας μου πεφωτισμένοις πρὸς τοῦ ἀληθινοῦ φωτός. 1.241 Ἀμέλει γοῦν οἱ κλήσεως ἐπουρανίου μὴ μετέχοντες, καὶ ἐκ τῆς λέξεως ταύτης ἀπατῶσιν καὶ αὐτοὶ προηπατημένοι, κτίσμα καὶ ποίημα λέγοντες εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Σφάλλονται δὲ ἀνοήτως οἱ ἠλίθιοι, τὸ «ποιήσαντα αὐτὸν» ἐπὶ δημιουργίας καὶ τῆς εἰς τὸ εἶναι παραγωγῆς λαμβάνοντες, τοῦ γράψαντος τὴν ἐπιστολὴν οὐ βουλομένου τοῦτο. 1.242 Τὸ γὰρ πιστὸν ἀπόστολον καὶ ἀρχιερέα γίνεσθαι φανεροῖ βέβαιον καὶ ἀμετακίνητον ἀπόστολον καὶ ἱερέα ἀποδείκνυσθαι· οὐ γὰρ ἀεὶ ἀπόστολος καὶ ἱερεὺς Ἰησοῦς ἐστιν, ἀλλ' ἀφ' οὗ ὑπάρχουσιν οἱ πρὸς οὓς ἀποστέλλεται καὶ ὑπὲρ ὧν ἱερᾶται, οἷς καὶ δι' οὓς ἡ δεῦρο κάθοδος γέγονεν τοῦ ἀποσταλέντος ὑπὸ τοῦ Πατρός, ὅτε «κλίνας οὐρανὸν κατέβη» πρὸς οὓς ἀπεστάλη καὶ ὧν ἱερεύς ἐστιν. 1.243 Πολλαὶ δέ εἰσιν γραφαὶ διὰ τοῦ πιστοῦ σημαίνουσαι τὸ βέβαιον καὶ ἀκράδαντον· τὸ γὰρ περὶ Θεοῦ λεγόμενον ὅτι· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστεριγμέναι εἰς τὸν αἰῶνα τοῦ