24
δεῖται χρόνων καὶ μέτρων ἡλικίας καὶ τότε μανθάνει τί μὲν ἀγαθὸν τί δὲ πονηρόν· ὁ δὲ Ἐμμανουὴλ εὐθὺς ἀπὸ σπαργάνων ἀπώσατο τὴν τοῦ χείρονος αἵρεσιν. Οὕτω τὸ σημεῖον δεδωκὼς προλέγει τὴν σωτηρίαν· Καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων. ∆ιὰ τοῦτόν φησι τὸν Ἐμμανουὴλ τεύξῃ τῆς σωτηρίας, ἐπειδὴ τέως ἐν τῷ σῷ γένει ἡ ἀνθρωπεία τούτου πεφύλακται φύσις. Ἐπειδὴ δὲ μικρὸν ὕστερον ἔμελλον ἄλλοι ἐπιέναι πολέμιοι, προλέγει κἀκεῖνα διδάσκων ὡς οὐδὲν ἀγνοεῖ τῶν ὅλων ὁ ποιητὴς ἀλλ' αὐτὸς ἅπαντα πρυτανεύει καὶ πρὸς τὸ συμφέρον ἰθύνει. ∆ιά τοι τοῦτο ἐπήγαγεν· 17Ἀλλ' ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. Τὸ δέ· ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα, οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «ἀπὸ τῆς ἡμέρας ἧς ἀπέστη Ἐφραὶμ ἀπὸ Ἰούδα». Οὕτω δὲ καὶ ὁ Ἀκύλας. ∆ηλοῖ δὲ ὁ λόγος ὅτι, ἀφ' ἧς ἡμέρας ἀπέστησαν αἱ δέκα φυλαὶ τῆς τοῦ Ἰούδα φυλῆς καὶ τῆς ∆αυιτικῆς βασιλείας, τοιαύτη κακοπραγία καὶ δυσημερία οὐ κατέλαβε τὴν τοῦ Ἰούδα φυλήν, οἵαν αὐτὸν ἀπειλεῖ καταλήψεσθαι. Τίς δὲ αὕτη; ὁ βασιλεὺς τῶν Ἀσσυρίων. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τοιαύτας φησὶν ἡμέρας ἐπάξει ἐπὶ σὲ ὁ θεός, οἵας ἡμέρας οὐκ εἶδες ἀφ' ἧς ἡμέρας ἀφεῖλεν ἑαυτὸν ἀπὸ σοῦ ὁ Ἐφραίμ. Τίνες δὲ αὗται; τῶν Ἀσσυρίων ὁ βασιλεὺς ἐν ταύταις ἐπάγων σοι τὰ κακά. Οὐδὲ γὰρ τὸν βασιλέα τῶν Ἀσσυρίων Ἐφραὶμ ἀφεῖλεν,ἀλλ' ὁ θεὸς ἐπάξει τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τοιαῦτα διὰ τούτου κακά, οἷα οὐκ εἶδεν ὁ Ἰούδας μετὰ τὸν τοῦ Ἐφραὶμ χωρισμόν. 18Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις αἳ κυριεύσουσι μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Ἀντὶ δὲ τοῦ αἳ κυριεύσουσιν «ὅ ἐστιν ἐν μέρει ποταμοῦ Αἰγύπτου» ὁ Θεοδοτίων εἴρηκεν· οὕτω δὲ καὶ ὁ Σύμμαχος. Μυίας δὲ τοὺς Αἰγυπ τίους καλεῖ ὡς ἐλάττονα βλάψαντας, μελίττας δὲ τοὺς Ἀσσυρίους· σφοδρότερον γὰρ τῆς μελίττης τὸ κέντρον. Μέμνηται δὲ καὶ τῶν Αἰγυπτίων καὶ τῶν Ἀσσυρίων ἡ τῶν Βασιλειῶν ἱστορία. Φαραὼ γὰρ Νεχαὼ τῶν Αἰγυπτίων ὁ βασιλεὺς καὶ τὸν Ἰωσίαν ἀνεῖλε καὶ τὸν Ἰωάχαζ τὸν τούτου παῖδα τῆς βασιλείας γυμνώσας αἰχμάλωτον ἔλαβε καὶ φόρον τελεῖν κατηνάγκασε τὸν Ἰούδαν· Ἀσσύριοι δὲ πρῶτον μὲν μετὰ τοῦ Σεναχηρὶμ τὰς ἄλλας τῆς Ἰουδαίας ἐξεπόρθησαν πόλεις, μετὰ δὲ ταῦτα σὺν τῷ Ναβουχοδο νόσορ καὶ αὐτὴν ἐπολιόρκησαν τὴν Ἱερουσαλὴμ καὶ τὸν θεῖον νεὼν ἐνέπρηςαν καὶ τοὺς διαφυγόντας τὸν θάνατον δορυαλώτους ἀνήγαγον. Τοῦτο τὸ πλῆθος διδάσκων ἐπή γαγεν · 19Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. ∆ιὰ τούτων ἁπάντων τὸ πλῆθος τῶν πολεμίων ᾐνίξατο. Προαγορεύει δὲ μετὰ ταῦτα τὴν παντελῆ τῶν |109 b| Ἀσσυρίων κατάλυσιν. Φησὶ γάρ· 20Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήςει κύριος ἐν τῷ ξυρῷ τῷ μεμεθυσμένῳ πέρα<ν> τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν, ἔτι καὶ τὸν πώγωνα ἀφελεῖ. Ξυρὸν καλεῖ μεμε θυσμένον τὸν τῶν Μήδων καὶ Περσῶν βασιλέα. Οὗτος γὰρ τῆς δίκης γενόμενος ὄργανον τὴν βασιλείαν τῶν Βαβυλωνίων κατέλυσεν· ταύτην γὰρ καλεῖ κεφαλήν. Καὶ τοὺς πόδας ἐγύμνωσε τῶν τριχῶν, τῶν ὑπ' αὐτοῦ στρατευομένων ἀφελὼν τὴν ἀνδρείαν. Ἀφελεῖ δὲ καὶ τοῦ πώγωνος τὴν εὐπρέπειαν -ἀντὶ τοῦ· γυναῖκας ἀντὶ ἀνδρῶν δείξει τοὺς πολεμίους. 21Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· 22καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Μετὰ τὴν ἀπὸ τῆς Ἰουδαίας τοῦ Ναβουχοδονόσορ ἐπάνοδον συνηθροίσθησαν ὅσοι διαπεφεύγασι καὶ πενίᾳ πλείστῃ συμβιοτεύσαντες ἐν τῇ Ἰουδαίᾳ διέτριβον ἀπὸ θρεμμάτων ὀλίγων τὴν ἀναγκαίαν ποριζόμενοι χρείαν. Τῆς δὲ γῆς μηκέτι γεωργουμένης διὰ τὴν τῶν ἀνδρῶν ἐρημίαν εὐπόρει πόας ἀφθόνου τὰ θρέμματα, ἡ δὲ πλείων τροφὴ πηγάζειν ἐποίει τὸ γάλα· οὗ