25
αἰῶνος», καὶ τό· «∆ώσω ὑμῖν τὰ ὅσια ∆αυὶδ τὰ πιστά», ἔτι μὴν καὶ τό· «Ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν», τὸ βέβαιον καὶ ἀμετάθετον δηλοῦσιν, τῶν κατὰ τὸν πνευματικὸν νόμον ἐντολῶν τοῦ Θεοῦ πιστῶν ὑπαρχουσῶν διὰ τὸ ἀμετάθετον, τῶν κατὰ τὴν σκιὰν τοῦ νόμου ἐντολῶν μετατιθεμένων ἐκ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα καὶ ἐκ τῆς σκιᾶς ἐπὶ τὴν ἀλήθειαν. 1.244 Ταύτῃ τῇ θεωρίᾳ καὶ τὰ τοῦ ἀληθινοῦ ∆αυίδ, τοῦ τῇ χειρὶ ἱκανοῦ, ὁ Σωτὴρ κατὰ τὸν ἄνθρωπόν ἐστιν, οὗ τὰ ὅσια πιστά ἐστιν τῷ ἀεὶ μένειν, μενόντων τῶν λόγων αὐτοῦ κἂν ὁ οὐρανὸς καὶ ἡ γῆ παρέλθωσιν· διὸ καὶ ἱερεὺς πιστὸς ὑπάρχει, ἀπαράβατον ἱερωσύνην ἔχων εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ τυγχάνων καὶ ἀποδειχθείς. 1.245 Τούτῳ τῷ μεγάλῳ ἱερεῖ ὁ ἄγγελος Κυρίου λέγει· «Ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου» οἱ πνευματικῶς ἱερεῖς, οἱ τεταγμένοι ὑπὸ σὲ ἀρχιερέα ὄντα, πρὸς οὓς καὶ ἐν Ἠσαίᾳ λέγεται δικαίους ὄντας· «Ὑμεῖς δὲ κληθήσεσθε ἱερεῖς λειτουργοὶ Θεοῦ.» Ἔχουσιν δὲ ταύτην τὴν ἐπαγγελίαν μάλιστα οἱ διὰ παντελοῦς ἁγνείας τῆς ἐν ἀγαμίᾳ θεραπεύοντες Θεόν. 1.246 Οὐ μόνον δὲ οὗτοι ἀκούουσιν τοῦ ἀγγέλου σὺν τῷ Ἰησοῦ τῷ ἱερεῖ τῷ μεγάλῳ, ἀλλὰ καὶ οἱ καθήμενοι πρὸ προσώπου αὐτοῦ. Οὗτοι δ' εἰσὶν οἱ ἐν τῇ παλιγγενεσίᾳ τῇ κατὰ τὴν ἀνάστασιν τῶν νεκρῶν καθήμενοι πρὸ προσώπου τοῦ Σωτῆρος, κριτοῦ καὶ βασιλέως ὄντος, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 1.247 Οὐχ ἕτεροι δὲ τῶν ἀποστόλων οὗτοι οἱ ἀκούοντες σὺν τῷ Ἰησοῦ τῶν θείων λόγων τοῦ ἀγγέλου· πλησίον ὄντες αὐτοῦ καὶ οἱ καθήμενοι πρὸ προσώπου αὐτοῦ, οὐ νήπιοι οὐ παῖδες τυγχάνουσιν, ἀλλ' ἄνδρες τέλειοι καταντήσαντες εἰς ἄνδρα τέλειον τοῦ πληρώματος τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. ∆ιὸ καὶ τερατοσκόποι εἰσίν, σοφῶς ἐφιστάνοντες ταῖς τεραστίοις δυνάμεσι τοῦ Κυρίου, ὡς καταλαμβάνειν τὰ δι' αὐτῶν δηλούμενα. 1.248 Ταύτης τῆς ἐπιστήμης ὁ μέγας ἱεροφάντης Μωϋσῆς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀρχιερεὺς Ἀαρών· γέγραπται γὰρ ὡς «Ἔθετο ὁ Θεὸς ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων καὶ τῶν τεράτων αὐτοῦ». Πῶς δὲ οὐ τερατοσκόπος ὁ θεόθεν σχὼν οὐχ ἁπλῶς τὴν θέαν τῶν τεράτων καὶ σημείων, ἀλλὰ τῶν λόγων αὐτῶν καθ' οὓς ταῦτ' ἐπιτελεῖται. 1.249 Ἔστι δὲ μαρτύρασθαι τῇ θεωρίᾳ ἐξ ἑνὸς καὶ δευτέρου ἀναγραφέντων ἐν τοῖς Εὐαγγελίοις· σημεῖον καὶ τέρας ἦν τὸ εἰς ὄψιν ἀγαγεῖν τὸν ἀπὸ γενετῆς τυφλόν, πηλοῦ ἐπιχρισθέντων τῶν ὀφθαλμῶν αὐτοῦ, συνδευθέντος ἐκ γῆς καὶ τοῦ πτύσματος τοῦ εὐεργέτου. Τούτου τοῦ παραδόξως γεγενημένου, τερατοσκόπος ἐστὶν ὁ θεωρῶν τὸ δι' αὐτοῦ δηλούμενον πρωτότυπον. 1.250 Τὸν γὰρ ἀπὸ ἐθνῶν λαὸν μηδαμῶς ὁρῶντα πρότερον τῷ κατὰ ἀθεότητα καὶ ἄγνοιαν Θεοῦ ἀνατετράφθαι ἀπὸ γενετῆς τυφλὸν εἶναι ἡγητέον, ἀναβλέψαντα τότε ὅτε κατὰ σάρκα γνοὺς Χριστὸν ἐπεχρίσθη τοὺς ὀφθαλμοὺς τὸν ἐκ τοῦ πτύσματος Ἰησοῦ γενάμενον πηλόν, πεῖραν λαβὼν τῆς ἐνανθρωπήσεως τοῦ εἰς τὸ ὁρᾶν αὐτὸν ἀγαγόντος. 1.251 Πρὸς τούτοις καὶ ἡ αἱμορροοῦσα γυνὴ ὅλοις ἔτεσι δώδεκα, ἔξω γέγονεν τῆς φορᾶς τοῦ ἀκαθάρτου αἵματος δι' ἣν ἐκωλύετο τίκτειν, ἐκ τοῦ ἅψασθαι τοῦ κρασπέδου Ἰησοῦ. Παραδόξως καὶ τεραστίως ἐπετελεῖτο· ὁ γνῶσιν αὐτοῦ λαβὼν τερατοσκόπος ἐστίν, μετάγων τὸ εἰς τὴν γυναῖκα τεραστίως γεγονός, εἰς τὴν καθαρισθεῖσαν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν. 1.252 ∆είξας πάντα τὰ τεθεωρημένα ἐν τοῖς ἐκκειμένοις ῥητοῖς, «Ἐγώ, φησίν, ὁ παντοκράτωρ Κύριος, τὸν δοῦλόν μου ἄγω ἀνατολήν», δοῦλον ἑαυτοῦ λέγων τὸν ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα τυγχάνοντα, «τὸν ἀναλαβόντα μορφὴν δούλου, κενώσας ἑαυτὸν ἐν μορφῇ Θεοῦ ὑπάρχων». Οὗτος ὁ ἀχθεὶς Θεοῦ δοῦλος ἡ ἀνατολή ἐστιν ἐκείνη περὶ ἧς ἐν Εὐαγγελίῳ εἴρηται· «Ἀνατολὴ ἐξ ὕψους, ἐπιλάμψαι τοῖς ἐκ σκότει καὶ σκιᾷ θανάτου καθημένοις», οὐχ ἑτέρα ὑπάρχουσα «τοῦ φωτὸς τοῦ ἀληθινοῦ.» 1.253 ∆εικνὺς τὸν δοῦλον ἑαυτοῦ ὁ Πατήρ φησιν· «Ἰδοὺ ἀνὴρ ἀνατολὴ