1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

26

καὶ ταύτης προτιμῶσι τῆς ∆αμασκοῦ καὶ τῆς Σαμαρείας τὸν βασιλέα καὶ προλέγει τοῦ βασιλέως Ἀσσυρίων τὴν ἔφοδον, λέγει δὲ οὕτω· 5Καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι· 6∆ιὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶν καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ' ὑμῶν, 7διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ πᾶσαν τὴν δόξαν αὐτοῦ. Ὕδωρ τοῦ Σιλωὰμ οὐ τὸν Ἄχαζ καλεῖ τὸν παράνομον ἀλλὰ τὸν ἐν αὐτῷ κρυπτόμενον βασιλέα τὸν Ἐμμανουὴλ προσαγο ρευθέντα, τὸν δεξάμενον προσηγορίαν Ταχέως-σκύλευσον- ὀξέως-προνόμευσον, περὶ οὗ εἴρηται· «Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἐν ταῖς πλατείαις ἡ φωνὴ αὐτοῦ.» Οὕτω γὰρ καὶ ἐνταῦθα καλεῖται τὸ ὕδωρ τὸ πορευόμενον ἡσυχῇ. Ἐπειδὴ τοίνυν καὶ μετὰ τὴν πρόρρησιν ταύτην προετίμων τὴν τῆς Σαμαρείας καὶ ∆αμασκοῦ βασιλείαν, μάλα δικαίως αὐτοῖς τὸν βαρύτατον ἀπειλεῖ βασιλέα καὶ ποταμῷ ἀπεικάζει μεγίστῳ πλημμυροῦντι. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν 8καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Ταῦτα καὶ ἡ τετάρτη τῶν Βασιλειῶν διδάσκει καὶ ἡ δευτέρα τῶν Παραλειπομένων καὶ ὁ προφή της Ἱερεμίας· πάντας γὰρ τοὺς δυνατοὺς ἀπαγαγὼν ὀλίγους τῶν πενήτων τῆς γῆς κατέλιπε γεωργούς. Μεθ' ἡμῶν ὁ θεός· 9Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε. Τὸ μεθ' ἡμῶν ὁ θεὸς «Ἐμμανουὴλ» παρὰ τῷ Ἑβραίῳ κεῖται. Ἐπειδὴτοίνυν τὴν τούτου σύλληψιν καὶ τὸν τόκον προεθέσπισεν ὁ προφήτης, εἰκότως |110 b| ἐπ' αὐτῷ μέγα φρονεῖ καὶ γαυριᾷ κατὰ τῶν πολεμίων καὶ λέγει τοῖς ἤδη νενικη κόσιν Ἰσραηλίταις καὶ Σύροις· Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. 10Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε δια σκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ θεός. Ταῦτα μὲν οὖν κατὰ τὴν πρόχειρον ἔννοιαν καὶ κατὰ τὴν τῶν προηρμηνευμένων ἀκολουθίαν νοητέον. Ἐπειδὴ δὲ τοὺς τὰς ἐσχατιὰς κατοι κοῦντας ὁ προφήτης ἐκάλεσε καὶ αὐτοῖς προλέγει τὴν ἧτταν, ἀληθέστερον ἄν τις ταῦτα τοῖς ἱεροῖς ἀποστόλοις προσαρμόσειε τὰ ῥήματα. Ἐκεῖνοι γὰρ τὴν οἰκουμένην περινοστοῦντες ἐβόων τό· Μεθ' ἡμῶν ὁ θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε, καταδέξασθε τὴν σωτήριον ἧτταν, ὑποτάγητε τῷ κυρίῳ καὶ ἱκετεύσατε αὐτόν, φύγετε τῶν δαιμόνων τὴν δεσποτείαν καὶ τὴν ἀγαθὴν τοῦ κυρίου δουλείαν ἀσπάσασθε· κἂν γὰρ νῦν ἀντείπητε καὶ τὸν καθ' ἡμῶν τυρεύσητε θάνατον, ἀλλὰ μικρὸν ὕστερον ἡττηθήσεσθε, καὶ τὰς πονηρὰς ὑμῶν βουλὰς διασκεδάσει τῶν ὅλων ὁ κύριος· μεθ' ἡμῶν γὰρ οὗτός ἐστιν. Σαφέστερον δὲ οἱ Τρεῖς ἡρμήνευσαν τὸ χωρίον· «Συναθροίσθητε λαοὶ καὶ ἡττᾶσθε, καὶ ἐνωτίσασθε πάντα τὰ πόρρωθεν τῆς γῆς, περιζώννυσθε καὶ ἡττάσθε καὶ πάλιν ζώννυσθε καὶ ἡττᾶσθε· βουλεύσεσθε βουλὴν καὶ διασκε δασθήσεται, λαλήσετε λόγον καὶ οὐ στήσεται· μεθ' ἡμῶν γὰρ ὁ θεός.» Ταῦτα πᾶσι τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ὁ προφητικὸς λόγος παρεγγυᾷ ὅτι, κἂν μυριάκις περιζώσωνται καὶ παρατάξωνται κατὰ τῶν ἱερῶν ἀποστόλων, ὕστερον ἡττηθήσονται· ὁ γὰρ Ἐμμανουὴλ ἔχει κατὰ πάντων τὸ κράτος. 11Οὕτως λέγει κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι καὶ τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· 12Μὴ εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν. Ὁρῶσί φησι τῆς τοῦ θεοῦ δεξιᾶς τὴν ἰσχὺν καὶ τὰ ὑπὸ ταύτης γιγνόμενα θαύματα καὶ ἀντιλέγουσι τὰ αὐτὰ Ἰουδαίοις τολμῶντες καὶ τὴν ἐκείνων πορείαν μιμούμενοι· καὶ γὰρ Ἰουδαῖοι τοῖς ἱεροῖς παρηγγύων ἀποστόλοις τὸν δεσπότην μὴ κηρύττειν Χριστόν. «Οὐ παραγγελίᾳ» γὰρ ἔλεγον «παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Τοῦτον ἐνταῦθα καλεῖ σκληρὸν ὡς τῇ πονηρᾷ τῶν Ἰουδαίων οὐκ ἀρέσκοντα γνώμῃ. Ἀλλ'