1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

27

ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, συγκαλέσατε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. 1.263 Ὀρύσσω, φησίν, ἐγὼ Κύριος παντοκράτωρ, βόθρον, ἐπὶ τῷ τὰ κεκρυμμένα πάντα φανερῶσαι, ἐπὶ τῷ ἅψασθαι καὶ ψηλαφῆσαι πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης, δῆλον δ' ὅτι τῆς ὀρυττομένης, ἐν μιᾷ τῇ ἐπιλαμπομένῃ ἡμέρᾳ, τότε μάλιστα ὅτε «φωτίζει Κύριος ὁ Θεὸς» ὁ παντοκράτωρ «τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν φανεροῖ», ἐπὶ τῷ καταδικάσαι τοὺς πράξαντας τὴν ἀδικίαν πᾶσαν. 1.264 ∆ύναται ἡμέρα μία καλεῖσθαι ὁ καιρὸς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐν ᾗ ψηλαφᾷ ὁ ἐπιλάμψας εὐεργέτης ἅμα καὶ κριτὴς πᾶσαν τὴν ἀδικίαν τῆς δεικνυμένης γῆς, «αἱρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου»· οὗ κατορθωθέντος, ἐκποδὼν γεναμένης τῆς μητρὸς πάσης στάσεως καὶ παντὸς πολέμου ἀδικίας, εἰρήνη ἔσται βαθεῖα, ὡς μηκέτι δεδιέναι τινά, καταλυθέντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων δαιμόνων καὶ τῶν ἄλλων ἀντικειμένων δυνάμεων, αἳ εἴρηνται «κοσμοκράτορες τοῦ σκότους τούτου», ὡς ἀφόβως λοιπὸν διάγειν ἕκαστον καὶ προσκαλεῖσθαι τὸν πλησίον ὑποκάτω συκῆς καὶ ἀμπέλου. 1.265 Ταύτην ὑπογράφων τὴν εἰρηναίαν καὶ εὐσταθῆ κατάστασιν, καὶ Μιχαίας ὁ προφήτης προαναφωνεῖ προγνωστικῶς τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· «Προσκαλέσεται ἕκαστος τὸν πλησίον καὶ τὸν ἀδελφὸν αὐτοῦ ὑποκάτω συκῆς καὶ ἀμπέλου αὐτοῦ, οὐκ ὄντος τοῦ ἐκφοβοῦντος.» Πῶς γὰρ ἔτι ἐκφοβῶν τις ἔσται, πάντων τῶν στάσεις καὶ πολέμους ἐγειρόντων καταλυθέντων; 1.266 Τί δ' αἰνίττονται τὰ μνημονευθέντα φυτ̣ά, ἄμπελον καὶ συκῆν λέγω, ἢ τὸν θεωρητικὸν καὶ πρακτικὸν βίον; Ἡ μὲν ἄμπελος τὸν γνωστικὸν καὶ ἐπιστημονικὸν εὐφροσύνης ποιητικὸν ποιοῦσα καρπόν, ἡ δὲ συκῆ τὸν πρακτικόν, αὐστηρά τις καὶ τραχεῖα τυγχάνουσα διὰ τοὺς ὑπὲρ κτήσεως ἀρετῆς πόνους καὶ ἱδρῶτας. 1.267 Περὶ τῆς οὕτω ἀποδιδομένης συκῆς τὸ σαλαμώντιον θέσπισμα ἐν Παροιμίαις λέγει· «Ὁ φυτεύων συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς, ὁ δὲ φυλάσσων τὸν Κύριον τιμηθήσεται», οὐκ οὔσης ἀναντιρρήτου τῆς ἱστορίας· πολλοὶ γὰρ φυτεύσαντες αἰσθητὴν συκῆν οὐδ' ἐδρέψαντο οὐδ' ἔφαγον τοὺς καρποὺς αὐτῆς, ἢ θανάτῳ κωλυθέντες, ἢ πόρρω οὗ ἐφύτευσαν φυτοῦ ἀπῳκισμένοι, μόνου καὶ παντὸς ἐσθίοντος τοὺς καρποὺς οὗ ἐφύτευσαν πνευματικοῦ δένδρου. 1.268 Εἴρηται δ' ἡ συκῆ ὁ πρακτικὸς καὶ ἐνεργητικὸς τῶν καλῶν βίος· καταλλήλως ἐκδεκτέον καὶ τὴν ἄμπελον, τὴν γινομένην οἷα κλῆμα ἀμπέλου τῆς ἀληθινῆς. Ἄμπελος γάρ ἐστιν ἕκαστος τῶν Ἰησοῦ μαθητῶν, κλῆμα τυγχάνων τοῦ λέγοντος Σωτῆρος· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα. Πᾶν κλῆμα μένον ἐν ἐμοὶ πλείονα καρπὸν φέρει.» 1.269 Φιλέταιροι καὶ φιλάδελφοι τυγχάνοντες οἱ τὰ λεχθέντα δένδρα γεωργήσαντες, προσκαλοῦνται ἀλλήλους ὑποκάτω ἀμπέλου καὶ συκῆς εἰρηναίως, ἐπὶ τῷ τρυφῶντας διάγειν. Ὅτε γοῦν ὁρᾷς τὸν γνωστικὸν ἄνδρα σπεύδοντα ἄγειν τοὺς πλησίους ὑπὸ τὴν σοφὴν θεωρίαν τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ δογμάτων τε καὶ φρονημάτων, σκοπεῖς πῶς προσεκαλέσατο οὓς ἀγαπᾷ πλησίον ὡς ἑαυτὸν ὑπὸ τὴν ἰδίαν ἄμπελον, ἵν' εὐωχῶνται καὶ εὐφραίνωνται ἅμα. 1.270 Ὡσαύτως ὁ τῶν καλῶν ἔργων ποιήτης ἄγει τοὺς φίλους ὑπὸ τὴν ἐφύτευσε συκῆν τὴν πρακτικὴν ἀρετήν, ἵνα ἅμα ῥᾳστωνεύσωσιν, εἰσελθόντες εἰς τὴν χαρὰν τοῦ ἑαυτῶν δεσπότου.

1.271Zach. IV, 1-3: Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ

ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; καὶ εἶπα· Ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λ̣ύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς. Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς, καὶ