1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

27

ὅμως παρεγγυᾷ διὰ τοῦ προφήτου τὸ πανάγιον πνεῦμα μὴ φοβεῖσθαι τούτων τὰς ἀπειλάς. Τοῦτο γὰρ ἐπήγαγεν· Τὸν δὲ φόβον αὐτοῦ, τουτέστι τοῦ λαοῦ τούτου, οὐ μὴ φοβηθῆτε οὐδ' οὐ μὴ ταραχθῆτε ἀπ' αὐτῶν. Οὕτω καὶ τῷ θείῳ Παύλῳ καθειρχθέντι ἔφη ὁ δεσπότης Χριστός· «Μὴ φοβοῦ Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.» Καὶ τὴν μεγάλην δὲ ξυνωρίδα τῶν ἀποστόλων, Πέτρον καὶ Ἰωάννην, τῶν δεσμῶν ἀπαλλάξας παρηγγύησεν ἀδεῶς ἐν τῷ ἱερῷ προσενεγκεῖν τῷ λαῷ τὰ ῥήματα τῆς ζωῆς. Οὕτω κἀνταῦθα τὸν ἀνθρώπινον ἐξώρισε φόβον, ἐκέλευσε δὲ τὸν τῶν ὅλων φοβεῖσθαι θεόν. 13Κύριον γάρ φησιν αὐτὸν ἁγιάσατε· καὶ αὐτὸς ἔσται σου φόβος. Εἶτα δείκνυσι τοῦδε τοῦ φόβου τὸ κέρδος· Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, 14ἔσται σοι εἰς ἁγίασμα· καὶ οὐδ' ὡς λίθου προσκόμματι συναντήσεσθε οὐδ' ὡς πέτρας πτώ ματι. Ἀντὶ τοῦ· αὐτὸς ὑμᾶς ἁγιάσει, αὐτὸς ὑμᾶς ποδηγήσει, κατευθυνεῖ, τὴν ὁδὸν λείαν ἐργάσεται, οὐκ ἐάσει προσ πταῖσαι. Τούτου τοῦ λίθου ὁ μακάριος ἐμνημόνευσε Παῦλος. Τὴν αἰτίαν γὰρ τῆς Ἰουδαίων ἀπιστίας διδάσκων τήνδε τὴν μαρτυρίαν παρατέθεικεν· «Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος.» Καὶ ἐπειδὴ τὸ αὐτὸ πνεῦμα διά τε προφητικῆς |111 a| διά τε ἀποστολικῆς ἐφθέγξατο γλώττης, εἰκότως ἐπήγαγεν· Οἱ δὲ οἶκοι Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλώματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ. Οἴκους ἐκά λεσε καὶ οὐκ οἶκον διὰ τὴν τῆς βασιλείας διαίρεσιν καὶ σημαίνει κατὰ ταὐτὸν τόν τε τοῦ Ἐφραὶμ οἶκον καὶ τὸν τοῦ Ἰούδα· καὶ οὗτοι δὲ κἀκεῖνοι εἶχον πρόγονον τὸν Ἰακώβ. ∆ιδάσκει δὲ ἡ προφητεία, ὡς οἱ μὲν τῷ κυρίῳ πιστεύσαντες αὐτὸν ἔχουσι ποδηγὸν καὶ τὰς κατὰ τὴν ὁδὸν ἐξευμαρίζοντα δυσκολίας, οἱ δὲ ἀπιστήσαντες τῶ<ν> οἴκω<ν> Ἰακὼβ ὡς ἐν παγίδι τινὶ καὶ ἐν κοιλώματι ἢ «σκώλῳ» κατὰ τὸν Ἀκύλαν ἢ «σκανδάλῳ» κατὰ τοὺς Ἄλλους κάθηνται ἐν Ἱερουσαλήμ, ἐν ᾗ παντελῶς αὐτοὺς ὁ Ῥωμαϊκὸς πόλεμος καταλύσει καὶ ὡς ἐν παγίδι θηρεύσει. 15∆ιὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσι καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ. Τὸ ἀδυνατήσουσιν ὁ μὲν Σύμμαχος «προσ κόψουσιν» εἴρηκεν, ὁ δὲ Ἀκύλας «σκανδαλωθήσονται». Προσπταίσαντες γὰρ τῷ τοῦ κυρίου σταυρῷ καὶ ἔπεσον καὶ συνετρίβησαν καὶ ἑάλωσαν ὑπὸ τῶν πολεμίων ὡς ἐν πανάγρῳ τινὶ συλληφθέντες τῇ πόλει. Ἀσφάλειαν γὰρ τοὺς περιβόλους ἐκάλεσεν ὡς φρουρήσαντας αὐτοὺς καὶ παρα δεδωκότας τοῖς πολεμίοις. 16Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Τοὺς τῇ χάριτι προσεληλυθότας διὰ τούτων δεδήλωκεν οἷόν τινας σφραγῖδας ἐπιτιθέντας τῷ νόμῳ καὶ πολιτεύεσθαι κατὰ τοῦτον οὐ βουλομένους. Σαφέστερον δὲ οἱ Τρεῖς ἡρμηνεύκασι· «∆ῆσον τὸ μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου.» Περιττὸς γὰρ οὗτος τοῖς ἐμοῖς διδακτοῖς. Περὶ τούτων τῶν διδακτῶν καὶ ἕτερος ἔφη προφήτης· «Ἔσονται πάντες διδακτοὶ θεοῦ.» 17Καὶ ἐρεῖ<ς>, τουτέστιν ὁ πεπιστευκώς· Μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ὁρῶν γὰρ τοὺς ἀπιστή σαντας τοῦ οἴκου Ἰακὼβ ἐρήμους τῆς ἐμῆς κηδεμονίας γεγενημένους, βεβαιότερόν μοι πιστεύσεις καὶ τὰς ἐμὰς ἀναμενεῖς ὑποσχέσεις. 18Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Ταύτην ἐπὶ τοῦ κυρίου τὴν μαρτυρίαν τέθεικεν ὁ μακάριος Παῦλος. Εἰρηκὼς γὰρ τὸ «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε» ἐπήγαγεν· «Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός», εἶτα τοῖς ῥητοῖς τὴν ἑρμηνείαν προσήνεγκεν· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παρα πλησίως καὶ αὐτοὺς μετέσχηκε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.» Καὶ τὰ ἐπιφερόμενα δὲ αὐτοῖς τῆς ἀκολουθίας ἐξήρτηται· Καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Ταῦτα δὲ τὰ παιδία τοῖς σημείοις οἱ Ἄλλοι συνῆψαν Ἑρμηνευταί. Οὕτω γὰρ οἱ Τρεῖς συμφώνως ἔφασαν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεὸς εἰς