1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

28

μία ἐξ εὐωνύμων. 1.272 Ὁ λαλῶν ἐν ἐμοὶ ἄγγελος ἐπέστρεψεν ἐξ ἑτέρας ἀποκαλύψεως εἰς ἄλλην θεωρίαν, ἥνπερ ἵνα θεάσωμαι ἐξήγειρέν με διαναστήσας με ὡς ἀπὸ ὕπνου καθεύδοντα ἄνθρωπον, καί φησιν πρὸς ἐμέ· Σὺ τί βλέπεις; Κἀγὼ πρὸς αὐτὸν εἶπον· Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι καὶ ἰσάριθμοι ἐπαρυστρίδες ἐποχετεύουσαι τοῖς λύχνοις ἔλαιον. Εἶδον δὲ καὶ ἐλαίας δύο ἐπάνω τῆς λυχνίας, ὧν ἣ μὲν ἐκ δεξιῶν, ἣ δὲ ἐξ εὐωνύμων τοῦ λαμπαδίου ὑπῆρχον. 1.273 Τί δὲ ἕκα̣στ̣ον τῶν φανέντων τῷ προφήτῃ αἰνίττεται καιρὸς ἰδεῖν. 1.274 Ἐξήγειρέν με, ὁ ἅγιος λέγει, ὁ ἐπιστρέψας πρός με ἄγγελος συνεχῶς καὶ ἐπαλλήλως λαλῶν ἐν ἐμοί, τάχα οὐχ ἕτερος τυγχάνων «τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου». Ἐξήγειρεν δέ με παραπλησίως ἀνθρώπῳ ἐξ ὕπνου διαγρηγοροῦντι εἰς νῆψιν ἐληλυθότι. Ἐπαινετὴ δὲ αὕτη ἡ διέγερσις, ὥστ' ἀνειπεῖν τὸν προσδοκήσαντα αὐτὴν μετὰ θάρσους· «Ἐξεγερθήσομαι ὄρθρου.» Τούτου πληρωθέντος δι' ἐκβάσεως τοῦ προαναφωνηθέντος, χαριστηρίως βοᾷ· «Ἐξηγέρθην ὅτι Κύριος ἀντιλήμψεταί μου.» 1.275 Ἀναφέρεται δὲ αὕτη ἡ φωνὴ ἐπὶ τὸν ἐκ νεκρῶν ἐξεγερθέντα Σωτῆρα, ὑπνώσαντα καθὸ ἄνθρωπος γέγονεν. Πῶς γὰρ οὐκ ἐξηγέρθη ἐξ ὕπνου ὅτε ἀνέστη ἐκ νεκρῶν μετὰ τὸ διατελέσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ὠφελήσας καὶ τὰς ἐν ᾅδῃ ψυχάς, εὐφράνας αὐτὰς καὶ ἐμπλήσας τῆς ἐνδεχομένης ἐκεῖ τρυφῆς. 1.276 Λέγει γοῦν· «Ἐμύθησα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα», παρασχὼν «οἶνον τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου καὶ ἄρτον τὸν στηρίζοντα τὸ ἡγεμονικὸν τοῦ τραφέντος». Καὶ ἐξηγέρθην καὶ εἶδον τὴν ὑπάρξασαν νηφάλιον μέθην ταῖς πιούσαις ψυχαῖς καὶ ὡς ἐνεπλήσθησαν τῆς σωτηριώδους τροφῆς. ∆ιὸ «ἡδὺς γέγονέν μοι ὁ ὕπνος», τοῦτ' ἔστιν «ὁ θάνατος οὗ ὑπὲρ πάντων ἐγευσάμην χάριτι» τοῦ εὐδοκήσαντος Θεοῦ. 1.277 Παραπλησίως τούτῳ τῷ «ἀνθρώπῳ τῷ ἐν πληγῇ ὄντι καὶ εἰδότι φέρειν μαλακίαν» ἐξεγερθεὶς ὁ θεῖος προφήτης ἀκούει πρὸς τοῦ ἐξυπνίσαντος αὐτὸν ἀγγέλου· «Σὺ τί βλέπεις;» πρὸς ὃν ὁ θεασάμενος τὸ εἰς ἀντίλημψιν ε᾿̣λ̣ηλυθὸς ὅραμα τοῖς πεφωτισμένοις ὀφθαλμοῖς τῆς καρδίας ἀπεκρίθη· «Ὁρῶ λυχνίαν χρυσῆν ὅλην.» ∆ιὰ τοῦ εἰπεῖν τὴν λυχνίαν χρυσῆν ὅλην εἶναι, δηλοῖ ὅτι ὅλη δι' ὅλων ἡ φωτῶν πεπληρωμένη λυχ̣ν̣ι´̣α νοερὰ καὶ ἀσώματός ἐστιν. 1.278 Εὑρίσκομεν οὐ πολλαχοῦ τῆς γραφῆς ὡς τὰ νοητὰ ὀνόματι τοῦ χρυσοῦ σημαίνεται· τάχα οὖν ἡ νοητὴ λυχνία ὁ πνευματικὸς οἶκος καὶ ναὸς τοῦ Θεοῦ τυγχάνει, ὡς ἐν Ἀποκαλύψει Ἰωάννου λέγεται, ὅτε φησὶν ὁ δεικνὺς τὴν ἀποκάλυψιν τῷ μυσταγωγουμένῳ· «Αἱ ἑπτὰ ἐκκλησίαι ἃς ὀφθαλμῷ ψυχῆς εἶδες ἑπτὰ λυχνίαι εἰσίν.» 1.279 Ἐπὶ τῆς ὅλης χρυσῆς λυχνίας λαμπάδιον ἐπάνω ἐστὶν ὁ φωτεινὸς περὶ τῆς Τριάδος λόγος. Ἀφ' οὗ λαμπαδίου ἧψαν τὰς ἑαυτῶν λαμπάδας αἱ δᾳδουχοῦσαι παρθένοι φρόνιμοι ἀπαντήσασαι τῷ θείῳ ἑαυτῶν νυμφίῳ· φωτίσασαι δὲ φῶς γνώσεως αὐταί, μετασχοῦσαι τοῦ Θεοῦ φωτὸς ὑπάρχοντος ἐν ᾧ οὐδ̣εμία κακίας καὶ ἀγνοίας ὑπάρχει σκοτία, μετασχοῦσαι δὲ καὶ τοῦ ἀληθινοῦ φωτός, μέτοχοί τε γενάμεναι ἁγίου Πνεύματος, χορεύουσιν λαμπαδηφοροῦσαι. 1.280 Ὥσπερ δὲ τὸ λαμπάδιον ὤφθη ἐπάνω τῆς ἑρμηνευθείσης λυχνίας, οὕτω καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς τῆς λυχνίας ἐφάνησαν, ἑπτάφωτος ἐπίλαμψις οὖσα. Ὅνπερ γὰρ τρόπον ἡ τελεία φωτεινὴ νόησις ἑπτὰ ὀφθαλμοὶ εἴρηνται καὶ ἑπτὰ στῦλοι τὸν οἶκον τῆς σοφίας ἀντιστηρίζουσιν, οὕτω καὶ οἱ ἑπτὰ λύχνοι ἐπίκεινται τῇ λυχνίᾳ, καθ' ἕτερον τρόπον οὔσης ἣν ἀνείληφεν ὁ Σωτὴρ κατὰ τὴν ἐπιδημίαν ψυχὴν καὶ σάρκα. 1.281 Πῶς γὰρ οὐ χρυσῆ ὅλη λυχνία αὕτη, ἁμαρτίαν μὴ ποιήσασα μηδὲ γνοῦσα αὐτήν, ᾗ ἐπίκεινται ἑπτὰ λύχνοι, τὸ πνεῦμα τῆς σοφίας καὶ συνέσεως, τὸ πνεῦμα τῆς θείας βουλῆς, καὶ ἰσχύος, καὶ γνώσεως, καὶ εὐσεβείας, καὶ φόβου Θεοῦ. 1.282 Πῶς δ' ἔχει τούτων ἕκαστον πρὸς