28
σημεῖα καὶ εἰς τέρατα ἐν Ἰσραὴλ παρὰ κυρίου τῶν δυνάμεων τοῦ κατοικοῦντος ἐν ὄρει Σιών.» Σαφέστερον τοίνυν ἡμῖν τὸν ἀποστολικὸν χορὸν καὶ ἄκοντες δεδηλώκασιν οὗτοι· δεδόσθαι γὰρ ἔφασαν τὰ παιδία εἰς σημεῖα καὶ τέρατα ἐν Ἰσραήλ. Μαρτυρεῖ δὲ τῇ προρρήσει ἡ ἔκβασις· διὰ τούτων γὰρ μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τὰ μυρία ἐθαυματουργήθη σημεῖα εἰς ὠφέλειαν καὶ τοῦ Ἰσραὴλ καὶ πάσης τῆς οἰκουμένης. 19Καὶ ἐὰν εἴπωςι πρὸς ὑμᾶς· Φωνήσατε τοὺς ἐγγα στριμύθους καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνήςουσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ, ὅτι ἐκζητοῦσι |111 b| περὶ τῶν ζώντων τοὺς νεκρούς; Τῆς ἀντιτύπου γνώμης τῶν Ἰουδαίων διὰ τούτων κατηγορεῖ· τῇ γὰρ πλάνῃ παρὰ πάντα τὸν βίον δεδουλευκότες καὶ νεκυίαις κεχρημένοι καὶ τοὺς νεκροὺς περὶ τῶν ζώντων ἐρωτῶντες καὶ τοὺς στερνομάντεις περι σκοποῦντες τοῖς ἀληθέσι τῶν ἀποστόλων οὐκ ἐπίστευσαν θαύμασιν. Καίτοι τὸν νόμον ἐπίκουρον σωτηρίας ἐδέξαντο, καὶ δώρων οὗτος δίχα πρὸς τὴν ἀλήθειαν ἐποδήγει· 20Νόμον γάρ φησιν εἰς βοήθειαν ἔδωκεν, ἵνα μὴ εἴπωσιν ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Ἐπειδὴ δὲ οὔτε τῷ νόμῳ πείθεσθε ποδηγοῦντι οὔτε τοῖς ἀποστόλοις δᾳδουχοῦσι πρὸς τὴν ἀλήθειαν ἀλλὰ μόνην τὴν πλάνην ἀσπάζεσθε, ταῖς πολλαῖς ὑμᾶς περιβαλῶ συμφοραῖς· 21Ἥξει γὰρ ἐφ' ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται, ὡς ἐὰν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Ἔνια δὲ τῶν ἀντιγράφων «πάταχρα» ἔχει. Καὶ αὕτη ἡ διάνοια καὶ τῷ Ἑβραίῳ σύμφωνος καὶ τοῖς Ἄλλοις Ἑρμηνευταῖς· τὸ γὰρ παταχρὴ Σύρων μέν ἐστιν ὄνομα, σημαίνει δὲ τῇ Ἑλλάδι φωνῇ τὰ εἴδωλα. Ταῦτα δὲ ὁ Ἑβραῖος «βελοαῦ» καλεῖ, διὸ δὴ καὶ οἱ Τρεῖς, Ἀκύλας καὶ Σύμμαχος καὶ Θεοδοτίων, οὕτως ἡρμήνευσαν· «Καὶ καταρᾶται ἐν βασιλεῖ αὐτοῦ καὶ ἐν θεοῖς αὐτοῦ.» Καὶ γὰρ ὁ Ἑβραῖος τὸν ἄρχοντα «βασιλέα» κέκληκεν. Τὴν ὑπερβολὴν δὲ τοῦ λιμοῦ διὰ τούτων ἐσήμανεν· τοσαύτη γάρ φησιν ἔσται ἔνδεια ὡς καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρ' ὑμῶν σεβομένους καὶ προσκυνουμένους βλασφη μηθῆναι θεούς. Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω 22καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, θλῖψις καὶ στενοχωρία καὶ σκότος ὥστε μὴ βλέπειν· 23καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὢν ἕως καιροῦ. Πάντα φησὶ περισκοπήσεις, τὸν οὐρανόν, τὴν γῆν, τοὺς ἄρχοντας, τὰ εἴδωλα, καὶ πάντα σοι ἔσται ἄπορα· καὶ ἡ τῆς θλίψεως ὑπερβολὴ σκότος αὐτοσχέδιον ἐπιπάσει σοι, καὶ τοῦτο οὐδενὶ περιωρισμένον καιρῷ ἀλλ' ἕως θανάτου ταῦτά σοι καθέλξει τὰ ἀλγεινά, τοῦτο γὰρ σημαίνει τό· οὐκ ἀπορη θήσεται ὁ ἐν τῇ στενοχωρίᾳ ὢν ἕως καιροῦ-ἀντὶ τοῦ· οὐ μέτρῳ τινὶ χρόνου ταῦτα περιώρισται, ἀλλ' ἀεὶ ἐν τούτοις ἔσονται. Οὕτω τοῖς ἀπιστοῦσι ταῦτα προαγορεύσας πρὸς τὸν τῶν ἀποστόλων μεταβαίνει χορὸν καί φησιν· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει χώρα Ζαβουλών, γῆ Νεφθαλὶμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. 91Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει εἶδε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς λάμψει ἐφ' ὑμᾶς. Ἡ Γαλιλαία τῶν ἱερῶν ἀποστόλων ἦν πατρίς, καὶ μάρτυρες οἱ ἅγιοι ἄγγελοι οὕτως αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ὀνομάζοντες· «Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;» Ζαβουλὼν δὲ καὶ Νεφθαλὶμ ἐκείνην ἔλαχον κλῆρον. Ἐν ἐκείνῃ τὰ πλεῖστα τῶν θαυμάτων ὁ δεσπότης εἰργάσατο, ἐκεῖ τὸν λεπρὸν ἐκάθηρεν, ἐκεῖ τῷ ἑκατον τάρχῃ τὸν οἰκέτην ἀπέδωκεν ὑγιᾶ, ἐκεῖ τὸν τῆς Πέτρου πενθερᾶς κατέςβεσε πυρετόν, ἐκεῖ τὴν Ἰαΐρου θυγατέρα τὸν βίον ὑπεξελθοῦσαν ἐπανήγαγε πρὸς ζωήν, ἐκεῖ τὰ τῆς θαλάττης ἐστόρεσε κύματα, ἐκεῖ τοὺς ἄρτους ἐπήγασεν, ἐκεῖ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν. Τοῦτο δὲ τῶν θαυμάτων ἁπάντων προοίμιον κατὰ τὴν τοῦ Ἰωάννου τοῦ θεολόγου διδαςκαλίαν· διὸ καὶ ἡ χάρις ἐνταῦθα τοῦ πνεύματος διὰ τοῦ προφήτου βοᾷ τοῖς ἐκείνην οἰκοῦσι τὴν χώραν· Τοῦτο πρῶτον πίε τὸ καινὸν καὶ παράδοξον πόμα, πιὼν δὲ μὴ μελλήσῃς