1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

29

τοῦτον ᾧ ἐπανεπαύσαντο ἀνατείλαντα ἐκ τῆς ῥίζης Ἰεσσαί, σεσαφήνισται πρότερον ὅτε προέκειτο τό· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί», καὶ πᾶσα ἡ περιοχὴ τῆς προφητείας ἡ ἀπαγγέλλουσα περὶ τούτων. 1.283 Αὕτη δὲ ἡ ἑπταφεγγὴς δύναμις τῶν ἐπάνω τῆς λυχνίας ἑπτὰ λύχνων τρέφεται καὶ αὔξεται, ἐποχετευομένου ἐλαίου διὰ τῶν ἑπτὰ ἐπαρυστρίδων ἐπιρρεουσῶν τὸ τρέφον καὶ φυλάττον τὸ φῶς ἔλ̣αιον. Οὐχ ἕτερον δὲ τοῦτο τυγχάνει τῆς μελέτης τῆς γνώσεως τῆς ἀληθείας. Μνήμην γὰρ καὶ κραταιοτέραν θεωρίαν ἐκ τοῦ μελετᾶν καρπούμεθα. 1.284 Ἐπὶ πᾶσι τοῖς τεθεωρημένοις τῆς λυχνίας καὶ τοῦ λαμπαδίου καὶ τῶν ἑπτὰ ἐπαρυστρίδων καὶ ἰσαρίθμων λύχνων, ὤφθησαν καὶ ἐλαῖαι δύο ἐπάνω τῆς λυχνίας, ὧν ἣ μὲν ἐκ δεξιῶν ἣ δὲ ἐξ ἀριστέρων ἔκειντο τοῦ λαμπαδίου. Καὶ ὅρα εἰ ἡ περὶ τῶν νοητῶν καὶ τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος μελέτη ἔλαιόν ἐστι τρυγώμενον ἐκ τῆς ἐκ δεξιῶν ἐλαίας, ἣ δὲ περὶ τοῦ κόσμου καὶ συστάσεως αὐτοῦ καὶ προνοίας τῆς ἐκ Θεοῦ ἐκ τῆς εὐωνύμου ἐλαίας πιέζεται. 1.285 Οἴονται κατὰ θεωρίαν ἄλλην, ἐλαίαν ἐκ δεξιῶν τοῦ λαμπαδίου οὖσαν εἰπεῖν τὴν περὶ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ θεωρίαν, τῆς ἐξ εὐωνύμων κειμένης τρεφούσης τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον. Φωτίζων γὰρ καὶ οὗτος, ἀλλ' οὐχ ὡσαύτως τῆς ἐκ δεξιῶν καὶ προηγουμένης θεωρίας. 1.286 Ἤκουσα ἐγώ ποτε προϊσταμένου τῆς καθολικῆς Ἐκκλησίας διδασκάλου σαφηνίζοντος τὴν προκειμένην λέξιν ὅτι τὸ λαμπάδιον τὸ ἐπάνω τῆς λυχνίας ὁ περὶ τοῦ Πατρὸς φωτισμός ἐστιν, αἱ δὲ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐλαῖαι οἱ περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματός εἰσιν λόγοι. Οὐκ ἀποδέδωκε δὲ ὁ ταύτην τὴν ἑρμηνείαν φέρων πῶς ὃ μὲν ἐκ δεξιῶν, ὃ δὲ ἐξ εὐωνύμων ἐστίν. 1.287 Ἐπεὶ ἡ προκειμένη θεωρία περὶ λυχνίας οὐκ αἰσθητῆς ἀλλὰ νοητῆς ὑπάρχει, ὅρα μὴ αὕτη ἐστὶν ἣν εἶδεν Μωϋσῆς ἐν τῷ ὄρει κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῷ, οὐχ ἕτερον ὄντα τῆς καλουμένης ἰδέας· πρὸς τὴν ἀόρατον καὶ νοητὴν λυχνίαν ἡ αἰσθητὴ κατεσκευάσθη κ̣ατὰ τὴν υ῾̣φήγησιν τοῦ ἱεροφάντου Μωϋσέως. 1.288 Οὐκ ἄκαιρον προσ̣παρ̣αγράφειν τοῖς τεθεωρημένοις καὶ τὸ ἐν Εὐαγγελίῳ λεχθὲν ὑπὸ Ἰησοῦ· «Οὐδείς, φησίν, ἅψας λύχνον εἰς κρυπτὴν τίθησιν ἢ ὑπὸ σ̣κεῦος ἢ κλίνην, ἀλλ' ἐπὶ τὴν λυχνίαν, ἵνα πάντες οἱ ἐν τῇ οἰκίᾳ ὁρῶσι τὸ φῶς.» 1.289 ∆υνατὸν ἐν τούτοις ἐκλαβεῖν οἰκίαν τὴν Ἐκκλησίαν τοῦ 1.289 ζῶντος Θεοῦ, οἶκον αὐτοῦ τυγχάνουσαν, ἐν ᾗ οἱ παραμένοντες καὶ διατρίβοντες, κατὰ δόγματα αὐτῆς διακείμενοι, καταλάμπονται πρὸς τοῦ ἐπικειμένου τῇ λυχνίᾳ λύχνου, ἐξαπτομένου ὑπὸ τοῦ παιδεύοντος τοὺς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διάγοντας κατὰ τοὺς θεσμοὺς καὶ κανόνας καὶ δόγματα τῆς ἐκκλησιαστικῆς γνώμης. Φωτίζει δ' οὗτος ὁ διδάσκαλος ὅταν οἷα λύχνον ἄρῃ τὸν ἑαυτοῦ νοῦν, ὅνπερ οὐ κρύπτει ὑπὸ κλίνην ἢ σκεῦος, ἀλλ' ἐπιτίθη̣σιν̣ τῷ προφορικῷ αὐτοῦ λόγῳ, λυχνίᾳ ἀλληγορικῶς προσαγορευομένῳ, ἔχων «γλῶτταν παιδείας ἡνίκα δεῖ εἰπεῖν». 1.290 Οἷόν τε καὶ πρακτικὸν βίον λυχνίαν εἰπεῖν ᾗ ἐπίκειται ὁ πεφωτισμένος νοῦς τοῦ φωτίσαντος ἑαυτῷ φῶς γνώσεως. Ὁ ἐφιστάνων τῇ παρούσῃ σαφηνείᾳ τοῦ ἐκκειμένου προφητικοῦ ῥητοῦ δοκιμαζέτω πότερον δεῖ αὐτὴν παραδέξασθαι ἢ ἑτέραν ζητεῖν παρὰ τῶν ·····δι̣αβεβηκότων ἐν συνέσει. Οὕτω γὰρ ἠκριβωμένην νόησιν ἀποκαρποῦσθαι συμβαίνει. 1.291Zach. IV, 4-6: Καὶ ἐπηρώτησα καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων· Τί ἐστιν ταῦτα, Κύριε; Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με λέγων· Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. 1.292 Ἐπηρωτηκέναι λέγει ὁ προφήτης τὸν λαλοῦντα ἐν αὐτῷ ἄγγελον, μαθεῖν θέλων τίνα ἐστὶν τὰ δειχθέντα αὐτῷ θεῖα θεάματα, ἤτοι πάντα τὰ ἀποκαλυφθέντα, ἢ τὰ πρ̣οσεχῶς πρὸ τῆς προκειμένης νυνὶ λέξεως, ἅ ἐστιν περὶ τῆς χρυσῆς ὅλης λυχνίας καὶ τῶν ἐπάνω αὐτῆς ὄντων,