1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

29

ἀλλὰ ταχὺ ποίει, τουτέστι· πίστευσον, ἀκολούθησον, κατὰ τὰς |112 a| θείας ἐντολὰς πολιτεύου. Γαλιλαίαν δὲ τῶν ἐθνῶν καλεῖ ὡς καὶ ἀλλοφύλων ἐθνῶν συγκατοικούντων τοῖς Ἰουδαίοις. ∆ιὰ τοῦτο καὶ ἐν σκότει πορευομένους καὶ σκιᾶς θανάτου χώραν οἰκοῦντας ὀνομάζει τοὺς τῆς χώρας ἐκείνης οἰκήτορας καὶ τοῦ θείου φωτὸς ὑπισχνεῖται τὴν αἴγλην. Οἶμαι δὲ ὅτι καὶ τῶν ἐθνῶν προθεσπίζει τὴν σωτηρίαν· οἱ γὰρ ἐκ τῆς Γαλιλαίας ὁρμώμενοι ἀπόστολοι τὴν τῶν ἐθνῶν ἐνεχειρίσθησαν κλῆσιν· αὐτοῖς γὰρ ὁ κύριος ἔφη· «Μαθητεύσατε πάντα τὰ ἔθνη.» 2<Τὸ> πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου εὐφρανθήσεται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. Ἐπειδὴ γὰρ οὐχ ἅπαντες τῆς ἀκτῖνος ἐκείνης ἀπέλαυσαν, ἀλλὰ πολλοὶ σφᾶς αὐτοὺς ἑκόντες ἐστέρησαν τοῦ φωτός, οὗτοί φησιν, οὓς εἵλκυσας διὰ τῶν θαυμάτων καὶ εὐφροσύνης ἐνέπλησας, διηνεκῶς ταύτης ἀπολαύσονται τῆς εὐφροσύνης θεριστὰς μιμούμενοι καὶ νικηφόρους στρατιώτας σκῦλα διαιρουμένους. Θερισταὶ δὲ προσηγορεύθησαν καὶ οἱ θεῖοι ἀπόστολοι· «Ὑμᾶς» γάρ φησι «θερίζειν ἀπέστειλα εἰς ὃ ὑμεῖς οὐκ ἐκοπιάσατε», καὶ πάλιν· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ», καὶ ἀλλαχοῦ· «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ βλέπετε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμόν.» Καὶ τοῦ διαβόλου δὲ καταλύσας τὴν τυραννίδα τὰ τούτου σκῦλα τοῖς ἀποστόλοις διένειμεν· «Πορευθέντες» γὰρ ἔφη «μαθητεύσατε πάντα τὰ ἔθνη.» Εὐφραίνονται δέ φησι, 3διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Ζυγὸν δὲ καλεῖ τοῦ διαβόλου τὴν δεσποτείαν καὶ ῥάβδον τὴν ἐκείνου δουλείαν. Τούτων δὲ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἠλευ θέρωσεν ὁ δεσπότης ἡμῶν Χριστός. Τὴν γὰρ ῥάβδον τῶν ἀπειθούντων διεσκέδασεν ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ἀπει θοῦντας καλεῖ οὐ μόνον τοὺς δαίμονας καὶ τὸν ἐκείνων ἄρχοντα ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς ἀντιλέγοντας τῷ κηρύγματι. Τὴν δὲ τούτων δυναστείαν κατέλυσε δι' ὀλίγων τινῶν καὶ τούτων γυμνῶν, καθάπερ πάλαι διὰ τοῦ Γεδεὼν καὶ τῶν τριακοσίων λαμπαδηφόρων τὰς πολλὰς τοῦ Μαδιὰμ κατηκόντισε χιλιάδας. Ὥσπερ γὰρ ἐκείνους ὅπλων δίχα κατέλυσεν, οὕτω τὴν οἰκουμένην ἅπασαν διὰ δυοκαίδεκα κηρύκων μετέβαλε καὶ τούτων οὐχ ὡπλισμένων ἀλλ' ἕνα χιτῶνα ἐνδεδυμένων, ἀνυποδήτων, οὐδὲ ῥάβδον φέρειν κεκελευσμένων. 4Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. Οὗτοι δὲ αὐτοὶ οἱ ἀόρατοι δυσμενεῖς οἱ τὸν ἄνθρωπον δι' ἀπάτης γυμνώσαντες τῆς προτέρας δόξης καὶ τῆς θείας εἰκόνος τὴν στολὴν ἀπο δύσαντες αὐτοὶ μὲν δώσουσιν ὧν ἐτόλμησαν δίκας, ἣν δὲ ἔλαβον στολὴν μετὰ καταλλαγῆς ἀποτίσουσιν. Θνητὸν γὰρ τῷ θανάτῳ παραδεδωκότες τοῦ κυρίου τὸ σῶμα ἀθάνατον ἀποδώσουσιν· καὶ ὁ δόλος, ᾧ κατὰ τῶν ἀνθρώπων ἐχρήσαντο, κατὰ τῆς αὐτῶν τραπήσεται κεφαλῆς. Καὶ θελή σουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι, 5ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν. Μεμήνασί φησι καὶ λυττῶσι καὶ τῷ φθόνῳ πυρπολοῦνται τὰς ἡμετέρας θεώμενοι δωρεάς, τὸ παιδίον τὸ δι' ἡμᾶς γεννηθέν, τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν τὴν ἀνθρωπείαν περικείμενον φύσιν καὶ τὴν ἡμετέραν πραγματευόμενον σωτηρίαν. Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ἀθλήσας γὰρ καὶ παλαίσας κατέλυσε τὸν ἀντίπαλον. Ὁ δὲ Σύμμαχος καὶ Θεοδοτίων οὕτω τοῦτο ἡρμήνευσαν· «Καὶ ἔσται ἡ παιδεία ἐπὶ τοῦ ὤμου αὐτοῦ.» «Παιδεία» |112 b| γὰρ «εἰρήνης ἡμῶν ἐπ' αὐτόν», κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φωνήν, «καὶ αὐτὸς τὰς ἀνομίας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Καὶ αὐτός ἐστιν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ αὐτὸς «ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα». Εἰκότως τοίνυν ἔφασαν· «Ἔσται ἡ παιδεία ἐπὶ τοῦ ὤμου αὐτοῦ» ἢ κατὰ τὸν Ἀκύλαν· «Ἐγένετο τὸ μέτρον ἐπὶ τοῦ ὤμου αὐτοῦ.» Τῇ γὰρ τοῦ Ἀδὰμ ἀντέταξεν ἁμαρτίᾳ τὴν οἰκείαν δικαιοσύνην. Εἰ δὲ ὑπὸ κατάραν