1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

30

λαμπαδίου τε καὶ ἑπτὰ ἐπαρυστρίδων καὶ λύχνων ἴσων, καὶ ἐλαιῶν δύο, ὧν ἣ μὲν ἐκ δεξιῶν ἣ δὲ ἐξ εὐωνύμων τοῦ λαμπαδίου ὑπῆρχον. 1.293 Πρὸς τὴν περὶ τῆς θέας τούτων ἐρώτησιν, οὐκ αἰσθητῶν ὄντων, εὐθὺς ὁ ἐρωτηθεὶς ἀπεκρίνατο ὅτι λόγος Θεοῦ ἀπὸ προσώπου Ζοροβάβελ εἰσίν, ἐξ οὗ παρίσταται ὡς νοητὰ θ̣εάματα τὰ δειχθέντα ὑπῆρχεν καὶ ὅτι ἀληθὲς τοῦτο. Ἡ δεῖξις τῶν ἀποκαλυφθέντων γέγονε τῷ προφήτῃ ἔτι ἐν τῇ Βαβυλῶνι τυγχάνοντι, ἐν ᾗ οὔτε ὁ οἶκος τοῦ Θεοῦ ᾠκοδόμητο, οὐδὲ τὰ σκεύη τὰ ἐν αὐτῷ, ὧν ε᾿̣στιν καὶ ἡ λυχνία καὶ τὰ ἐπάνω αὐτῆς. Τούτων οὕτω θεωρουμένων, ἐμμενετέον τῇ περὶ αὐτῶν λεχθείσῃ ἑρμηνείᾳ ἢ μείζονα αὐτῆς ζητητέον. 1.294 Ὁ λόγος ὃν ······· τῷ προφήτῃ ὁ ἄγγελος οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ' ἐν ἰσχύϊ ἀνθρώπου ἢ ἄλλου τινὸς γενητοῦ, ἀλλ' ἐν Πνεύματι Κυρίου εἴρηται καὶ πεφανέρωται. 1.295 Πνεῦμα δὲ Κυρίου τὸ ἅγιον συνεχῶς ἐν ταῖς γραφαῖς λέγεται, ὡς καὶ ἐν ἑτέραις γραφαῖς παρὰ τὴν προκειμένην. Περὶ αὐτοῦ γο̣υ῀̣ν̣ καὶ τὸ ἐν Ἠσαίᾳ ἀπαγγέλλεται ὧδε· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με.» Τούτοις ὁμοψήφοις καὶ ὁ ἀπόστολος Παῦλος Κορινθίοις ἐπιστέλλων γράφει· «Τίς γὰρ ἀνθρώπων οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, ὅπερ ἐραυνᾷ καὶ τὰ μυστικὰ βάθη τοῦ Θεοῦ.» Καὶ ἔτι ἐν Ἠσαΐᾳ αὐτὸς ὁ τῶν πάντων γενεσιάρχης καὶ προνοητής φησιν· «Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται.» 1.296 Ἐν τούτῳ τῷ Πνεύματι τὰ δειχθέντα πρὸ προσώπου Ζοροβάβελ πεφανέρωται, ἀλλ' οὐκ ἐν μεγάλῃ δυνάμ̣ει ἢ ἰσχύϊ γενητοῦ τινος. Ἑτέρα γάρ ἐστιν δύναμις ἡ σὺν τῷ Πνεύματι χορηγουμένη τοῖς ἀξίοις περὶ ἧς ὁ Σωτήρ, ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων, λέγει τοῖς μαθηταῖς ἑαυτοῦ, ἀναλαμβανόμενος λοιπὸν εἰς τὸν οὐρανὸν καὶ τὸν Πατέρα αὐτοῦ· «Λήμψεσθε δύναμιν τοῦ ἁγίου Πνεύματος ἐπελθόντος ἐφ' ὑμᾶς.» Συμφώνως, ἐπὶ τέλει τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἀνιὼν ὁ Σωτὴρ ὅθεν ἐλήλυθεν, δοὺς τὸ ἅγιον Πνεῦμα τοῖς ἀποστόλοις, φησίν· «Ὑμεῖς δὲ καθήσεσθε ἐν τῇ πόλει, ἕως ἐνδύσησθε ἐξ ὕψους δύναμιν.» 1.297 Οὐχ ἑτέρα δὲ δύναμις αὕτη τοῦ Χριστοῦ τυγχάνει, ὄντος «σοφίας καὶ δυνάμεως Θεοῦ», ἐξ ἧς τὸ κήρυγμα τὸ εὐαγγελικὸν ὑπῆρκται τοῖς ἀποστόλοις, ὧν εἷς ὁ Παῦλος τυγχάνων γράφει· «Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως», ἅπερ χρηματίζει ποτὲ ἀπὸ τοῦ ἔχοντος αὐτὰ ὀρέξαντος Θεοῦ, ὡς περὶ τοῦ Ἰωάννου εἴρηται ἐν τῷ Εὐαγγελίῳ «προεληλυθότος ἐνώπιον Κυρίου ἐν πνεύματι καὶ δυνάμει Ἠλίου». 1.298 Ἐπίστησον ἀκριβῶς εἰ τὴν αὐτὴν ἔχει νόησιν τὸ ἀπαγγελθὲν τῇ Μαρίᾳ ὑπὸ τοῦ ἁγίου ἀγγέλου Γαβριήλ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» 1.299 Ἐν τῷ μνημονευθέντι Πνεύματι Θεοῦ ἐν τοῖς ἐκτεθεῖσιν ῥητοῖς καὶ ἑτέροις πλείοσιν ἡ ἀπαγγελία γέγονεν πρὸ προσώπου Ζοροβάβελ καὶ τῆς συνεζευγμένης αὐτῷ δυνάμεως, «καὶ οὐκ ἐν ἄλλῃ μεγάλῃ δυνάμει καὶ ἰσχύϊ». Ὑποδεεστέρα γὰρ αὕτη τυγχάνει, κἂν θεία καὶ περισπούδαστος ᾖ. 1.300Zach. IV, 7: Τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα τὸ πρὸ προσώπου Ζοροβάβελ τοῦ κατορθῶσαι; καὶ ἐξοίσω τὸν λίθον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. 1.301 Ὡς πρὸς λογικὸν καὶ ἀντιλαμβανόμενον φωνῆς θείας διὰ πεῦσιν προσάγει ἤτοι ὁ διορατικὸς προφήτης ἢ ὁ λαλῶν ἐν αὐτῷ ἄγγελος. Τί δ' ἐστὶν ἅ φησιν αὐτῷ; Τίς εἶ σύ, ὦ ὄρος πρὸ προσώπου τυγχάνον τοῦ Ζοροβάβελ τοῦ κατορθῶσαι, καὶ τίς ὁ λίθος ὃν ἐξοίσω τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς; Πρὸς ταῦτα ὃ μέν τις ἐρεῖ τὰς δύο προσηγορίας ἐκ παραλλήλου κεῖσθαι κατὰ τοῦ ἐπιδημήσαντος Σωτῆρος. Πολλαὶ γὰρ γραφαὶ καὶ ὄρος καὶ λίθον αὐτὸν ὀνομάζουσιν. 1.302 Ἐν γὰρ τῷ· «Ἔσται ἐμφανὲς τὸ ὄρος Κυρίου ἐπ' ἐσχάτου τῶν ἡμερῶν», ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν, ἐν ᾧ ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν μετὰ τὸ λαλῆσαι ἐν Μωϋσεῖ καὶ τοῖς προφήταις. Τοῦ