1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

30

ἐτελοῦμεν ἡμεῖς, κατάρᾳ δὲ καὶ ὁ σταυρὸς ὑπεβέβλητο, τοῦτον δὲ ὁ δεσπότης ἐβάσταξε, ἄρα τὰς ἁμαρτίας ἡμῶν ἐβάσταξε καὶ οὕτως τὸ τέλος ἡ προφητεία ἐδέξατο. Ἐγενήθη γὰρ «ἡ παιδεία» κατὰ τὸν Θεοδοτίωνα καὶ τὸν Σύμμαχον «ἐπὶ τοῦ ὤμου αὐτοῦ». ∆ιδάσκει δὲ ἡμᾶς καὶ τὰς θεοπρεπεῖς αὐτοῦ προσηγορίας ὁ προφητικὸς λόγος· Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Τῆς-με γάλης-βουλῆς-ἄγγελος. Τὴν πατρικὴν γὰρ ἡμῖν ἀνήγγειλε βουλὴν κατὰ τὴν αὐτοῦ φωνήν· «Πάντα ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου δεδήλωκα ὑμῖν.» Θαῦμα σύμβουλος, σὺ θαυμαστός. Οὕτω γὰρ κείμενον ἐν ἐνίοις εὕρομεν ἀντι γράφοις. Οὕτω δὲ καὶ τῷ Ἰακὼβ διαλεγόμενος ἑαυτὸν ὠνόμασεν· «Τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστι θαυμαστόν.» Σύμβουλος δὲ καλεῖται ὡς τῆς πατρικῆς βουλῆς κοινωνός, ὡς πάντα εἰδὼς ὅσα ὁ πατήρ. Εἶτα τῶν ὀνομάτων τὸ μεῖζον· Θεὸς ἰσχυρός. Τοῦτο δὲ κακουργήσαντες οἱ περὶ τὸν Ἀκύλαν «ἰσχυρὸς δυνατὸς» ἡρμήνευσαν· κεῖται δὲ παρὰ τῷ Ἑβραίῳ «ἠλγιβώρ», τὸ δὲ ἢλ «θεὸς» καὶ κατὰ τὴν τούτων ἑρμηνείαν· τὸ γὰρ «μεθ' ἡμῶν ὁ θεὸς» Ἐμμανουὴλ κείμενον οὕτως ἡρμήνευ σαν. Ἐξουσιαστής. Ἀντὶ τοῦ· οὐχ ὑπ' ἐξουσίαν ἄλλου τελῶν ἀλλ' αὐτὸς πάντων δεσπόζων. Τοῦτο καὶ τὴν Ἀρείου βδελυρίαν ἐλέγχει· δείκνυσι γὰρ αὐτὸν ὁμότιμον ἀλλ' οὐχ ὑπουργὸν τοῦ πατρός. Ἄρχων εἰρήνης. «Αὐτὸς γάρ ἐστι» κατὰ τὸν ἀπόστολον «ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὥσπερ γὰρ ὁ Ἀδὰμ τοῦ παρόντος αἰῶνος πατὴρ ὀνομάζεται, οὕτως αὐτὸς τοῦ μέλλοντος. «Εἴ τις» γὰρ «ἐν Χριστῷ» φησι, «καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. 6Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον ∆αυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Τῷ ∆αυὶδ ὑπέσχετο ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ θήσειν ἐπὶ τοῦ θρόνου αὐτοῦ, τούτῳ δὲ ἐπαγγέλλεται βασιλείαν αἰώνιον· «Ὁ γὰρ θρόνος αὐτοῦ» φησιν «ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.» Ταύτης τῆς ὑποσχέσεως ἐπὶ τοῦ παρόντος ἐμνημόνευσεν ὑποδείξας ἡμῖν τὸ παιδίον ἐκ τοῦ ∆αυὶδ κατὰ σάρκα γεγενη μένον. Οὕτω καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ λέγει Ψαλμῷ· «Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Καὶ ἐνταῦθα μὲν λέγει· Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα, ἐκεῖ δὲ πάλιν· «Συμπα ραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.» Λέγει δὲ αὐτοῦ καὶ τὴν ἀρχὴν μεγίστην καὶ ἀπεριόριστον αὐτοῦ τὴν εἰρήνην. Οὕτω δὲ καὶ ἐν τῷ Ψαλμῷ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.» Εἶτα ἐπήγαγεν· Ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ζηλώσας γὰρ καὶ τὴν τῶν δαιμόνων δυναστείαν μιςήσας καὶ τῶν ἀνθρώπων οἰκτείρας τὸ γένος τήνδε τὴν οἰκονομίαν ἐπραγματεύσατο· «Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Ἀκήρατον τοί νυν ἣν παρελάβομεν διαφυλάξωμεν πίστιν, ἵνα τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν χάριτι |113 a| τοῦ σεσωκότος ἡμᾶς Χριστοῦ, με θ' οὗ τ ῷ πατρὶ ἡ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

4 ΤΟΜΟΣ ∆ʹ 7 Θάνατον ἀπέστειλε κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. ∆ιηγούμενος

ἤδη τὴν κατὰ τῆς Ἱερουσαλὴμ τῶν δέκα φυλῶν ἐπανάστασιν καὶ τὴν κατὰ τοῦτο συμφωνίαν τούτων τε καὶ τοῦ τῆς ∆αμασκοῦ βασιλέως καὶ δείξας τοῦ ∆αυιτικοῦ