1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

31

γένους τὸ ἄμαχον διὰ τὸ ἐν αὐτῷ κρυπτόμενον σπέρμα καὶ προαγορεύσας τούτου τὸν τόκον καὶ μέντοι καὶ τὸν τοῦ τόκου τρόπον, ἀναλαμβάνει πάλιν τὸν κατὰ τοῦ Ἰσραὴλ λόγον. Τὸν δὲ αὐτὸν καὶ Ἰακὼβ καὶ Ἰσραὴλὀνομάζει· καὶ γὰρ ὁ πατριάρχης Ἰακὼβ τὰς δύο ταύτας εἶχε προσηγορίας, τὴν μὲν ὑπὸ τῶν πατέρων τὴν δὲ ὑπ' αὐτοῦ τεθεῖσαν τοῦ τῶν ὅλων θεοῦ· ἀλλὰ τὸ μὲν Ἰακὼβ φυσι κώτερον ἦν ὄνομα, τὸ δὲ Ἰσραὴλ ἐπίθετον ἦν τῆς κατὰ ψυχὴν ἀρετῆς. ∆ηλοῖ τοίνυν ἐνταῦθα ὡς τοῖς δυσσεβεστέροις καὶ οἱ ἐπιεικέστεροι τῆς τιμωρίας κεκοινωνήκασιν. Εἰδέναι μέντοι χρὴ ὡς οἱ Ἄλλοι Ἑρμηνευταὶ «λόγον» εἶπον, οὐ «θάνατον», ἀπεστάλθαι. Ἀλλ' ὅμως οὐκ ἔχει διαφωνίαν ἡ ἑρμηνεία· τὴν γὰρ τῆς τιμωρίας ψῆφον ὠνόμασαν λόγον. 8Καὶ γνώσεται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· 9Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε καὶ λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργους. Ἐπιτείχισμα κατασκευάσαι κατὰ τῆς Ἱερουσαλὴμ ἐπειράθησαν, σαθρὰν καὶ πλίνθοις πεπτωκυίαις ἴσην τὴν ἐκείνων ὀνομάζοντες βασιλείαν. Τὰς δέ γε συκαμίνους «συκομόρους» ἔφασαν οἱ Λοιποί. Καὶ λίαν εἰκότως· τούτων γὰρ ἡ Παλαι στίνη πεπλήρωται, καὶ ἐκ τῶν ξύλων τῶν τοιούτων ὀροφοῦσι τὰς οἰκίας. 10Καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐπ' αὐτόν. Οἰκειοῦται ὁ θεὸς τὰ κατὰ τῆς Ἱερουσαλὴμ γινόμενα καὶ ὄλεθρον ἀπειλεῖ τοῖς δι' ἐκείνης αὐτῷ πολεμεῖν πειρωμένοις. Καὶ τοὺς ἐχθροὺς Ἰούδα διασ κεδάσει, 11Συρίαν ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οἱ Ἄλλοι Ἑρμηνευταὶ οὐ τοὺς Ἕλληνας ἀλλὰ»τοὺς Φυλιστιὶμ» ἡρμήνευσαν· οὗτοι δὲ ἦσαν οἱ γειτο νεύοντες Ἀλλόφυλοι. Εἰκὸς δὲ ἦν καί τινας τῶν Ἑλλήνων ἀποίκους μετὰ τῶν Ἀλλοφύλων οἰκεῖν ὡς καὶ Κυπρίους καὶ Καππαδόκας· τοῦτο γὰρ παρὰ τῶν ἄλλων ἐδιδάχθημεν προφητῶν. Λέγει τοίνυν ὡς οὐ μόνον τοῦ Ἰσραὴλ ταῦτα καταψηφίζομαι ἀλλὰ καὶ τοὺς τούτων καταλύω συμμάχους τούς τε πρὸς ἕω τούς τε πρὸς ἑσπέραν οἰκοῦντας. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Μὴ ληγούσης γὰρ τῆς τῶν ἀνθρώπων δυσσεβείας οὐδὲ ἡ τιμωρία δέχεται παῦλάν τινα. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων δεδήλωκεν. 12Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. ∆ιὰ τοῦτο οὐκ ἀπεστράφη ὁ θυμός, ἐπειδὴ ὁ λαὸς οὐκ ἀπεστράφη· καὶ διὰ τοῦτο ἡ χεὶρ ὑψηλή, ἐπειδὴ τὸν κύριον οὐκ ἐξεζήτησαν. 13Καὶ ἀφεῖλε κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν. Τίνες δὲ αὗται, σαφέστερον λέγει· μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ. Τίς δὲ ὁ μέγας; 14Πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας-αὕτη ἡ ἀρχή. Πρόσωπα δὲ θαυμάζοντας τοὺς ἀδίκως κρίνοντας λέγει παρὰ τὸν νόμον τὸν λέγοντα· «Οὐ λήψῃ πρόσωπον δυνάστου.» Εἶτα καὶ τὸ ἄλλο δείκνυσι τάγμα· Καὶ προφήτην |113 b| διδάσκοντα ἄνομα-οὗτος ἡ οὐρά. Ἦσάν τινες ψευδοπροφῆται τἀναντία τοῖς προφήταις προαγορεύοντες καὶ ταῖς θείαις προρρήσεσι πιστεύειν μὴ συγχωροῦντες. 15Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. Τούτους αὐτοὺς λέγει τοὺς τὰ ἡδέα ψευδῶς λέγοντας καὶ μισθοὺς ἁδροὺς καρπουμένους παρὰ τῶν ἀκουόντων. 16∆ιὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ∆ίκαιον γὰρ τοὺς κοινωνοῦντας ἀλλήλοις τῆς πονηρίας κοινωνῆσαι καὶ τῆς τιμωρίας. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεῖρ αὐτοῦ ὑψηλή. Ὥσπερ γὰρ τῇ μετανοίᾳ τῶν ἀνθρώπων ἕπεται ἡ τοῦ δεσπότου φιλανθρωπία, οὕτως ἐπιμενούσης τῆς παρανομίας ἐπιτείνεται ἡ ὀργή. 17Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ καυθήσεται ὑπὸ πυρός. Ἐδίδαξεν ἀκριβῶς ὡς οἱ παρανομοῦντες ἐπισπῶνται τὴν τιμωρίαν. Τὴν γὰρ ἀνομίαν πῦρ ἐκάλεσε καὶ ξηρὰν ἄγρωστιν· καὶ καθάπερ ὁ σίδηρος τὸν ἰὸν τίκτει καὶ ὑπὸ τοῦ ἰοῦ καταναλίσκεται, οὕτως ὁ