32
ὑπῆρκται, ὡς ὁ θεολόγος οἷς προσφωνεῖ τὴν ἐπιστολὴν ἑαυτοῦ λέγει· «Χάριτί ἐστε σεσωσμένοι, καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον.» 1.313Zach. IV, 8-9: Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι Κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. 1.314 Οὐ περὶ αἰσθητῆς οἰκοδομῆς ὁρατοῦ οἴκου λέγεται ἡ προφητεία. Εἴρηται γὰρ ἤδη ὅτι ὁ προφήτης οὗτος ἔτι ἐν τῇ Βαβυλῶνι τυγχάνων, ἐνεστηκότος ἤδη τοῦ ἑβδομηκοστοῦ ἔτους τῆς αἰχμαλωσίας, ἐμυσταγωγήθη τὰς ἐκκειμένας ἀποκαλύψεις. Ἀλλ' οὐκ ἐν τῇ Βαβυλῶνι, ἀλλ' ἐν τῇ Ἰερουσαλὴμ καὶ μετὰ τὴν αἰχμαλωσίαν ᾠκοδόμητο ὁ αἰσθητὸς οἶκος. ∆ιὸ οὐ περὶ αὐτοῦ ἡ προκειμένη φωνὴ τυγχάνει· ὡς γὰρ περὶ παρόντος καὶ ἐνεστηκότος ἤδη τοῦ ναοῦ, δεικτικῶς λέγεται περὶ αὐτοῦ· «Ὁ οἶκος οὗτος». Οὐχ ὑπόκειται δὲ ὄψει τοῦ ὄντος ἐν Βαβυλῶνι ὁ ἐγερθεὶς οἶκος ἐν τῇ Ἰερουσαλὴμ μετὰ τὴν κάθοδον τῆς αἰχμαλωσίας. 1.315 Ἀλλ' εἰ καὶ μὴ περὶ τοῦ αἰσθητοῦ οἰκοδομήματος λέγεται ταῦτα, ἀλλά γε δηλοῦται ὑπ' αὐτῶν ὁ πρωτότυπος τοῦ ὁρατοῦ, νοητός τις ὑπάρχων καὶ ὡσανεὶ ἰδέα τοῦ πρὸς τὴν ὁμοιότητα αὐτοῦ κατεσκευασμένου. Εἴρηται καὶ πρότερον ὅτ̣ι ὥσπερ ἡ σκηνὴ καὶ τὰ ἐν αὐτῇ σκεύη κατὰ τύπον ἀοράτ̣ου σκηνῆς φανείσης ἐν τῷ ὄρει, τοῦτ' ἔστιν τοῦ ὕψους τῆς ἀρχετυ´̣που, κατεσκευάσθη, οὕτω ὁ σωματικὸς οἶκος ὁ ἐξ αἰσθη̣τ̣ω῀̣ν λίθων ἐγερθεὶς μίμημα καὶ εἰκὼν τυγχάνει του῀̣ δειχθέντος Ζαχαρίᾳ τῷ προφήτῃ ὀπτασίας τρόπῳ, ἀλλ' οὐ προσβολῇ αἰσθήσεως. 1.316 Τούτου τοῦ ἀρχετύπου τὸ σύμβολον αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν καὶ αἱ δραστήριοι δυνάμεις αὐτοῦ ἐπιτελέσουσιν. Οὗ γενομένου, γνώσει, ὡς πρὸς ὃν ἡ ἐπαγγελία, ὅτι «Κύριος παντοκράτωρ ἀπέστειλέν με πρὸς σέ», ὅπως φωτισθῇς καὶ ἐπιστημονικῶς θεωρήσῃς τὰ θεσπισθέντα διὰ θεοπτίας. 1.317 Εἴποι δ' ἂν καὶ ὁ προκείμενος προφήτης τὰ αὐτὰ οἷς ἔγραψεν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος οὕτως ἔχοντα· «Ἐλεύσομαι εἰς ἀποκαλύψεις καὶ ὀπτασίας Κυρίου.» Συμφώνως τῷ ἐν ἀποκαλύψεσιν ὁμιλεῖν τὸν Θεὸν τοῖς διορατικοῖς οὖσιν κατὰ τὸν ἔσω ἄνθρωπον, ὁ ὑμνῳδὸς ἐν Ψαλμοῖς· «Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου», οὐκ ἐν ὠσὶ οὐδὲ φωνῇ τοῖς τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχουσιν λαλοῦντος τοῦ Θεοῦ Λόγου. 1.318 Ὢν γὰρ φῶς ἀληθινόν, φωτίζει τὴν διάνοιαν ὧν θέλει δέξασθαι αὐτοῦ τὰς θείας ὁμιλίας· ἐν ὁράσει μᾶλλον ἢ ἐν ὠσὶ λαλεῖ. Αὐτίκα γοῦν καὶ τῷ Ἠσαΐᾳ οὕτω λαλοῦντος Θεοῦ, τῷ· «Ὅρασις ἣν εἶδεν Ἠσαΐας», οὐχ ὁρατά, ἀλλὰ λόγοι ἐπιφέρονται. Πῶς γὰρ ὁρατὸν τό· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὑτοὶ δέ με ἠθέτησαν.» 1.319 Ἰσοδυναμούντως καὶ περὶ τοῦ πέμπτου τῶν ∆ώδεκα Προφητῶν. Μετὰ γὰρ τὸ φάναι· «Ὅρασις Ἀβδίου», οὐδὲν θέαμα αἰσθητόν, ἀλλὰ λόγοι ἐπιφέρονται, οὕτως ἔχοντες· «Τάδε λέγει Κύριος τῇ Ἰδουμαίᾳ· Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἀπέστειλα· ἠτιμωμένος σὺ εἶ σφο´̣δρα», καὶ τὰ ἑξῆς. 1.320Zach. IV, 10: ∆ιότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; Καὶ χαρήσονται, καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ε῾̣πτὰ οὗτοι ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν γῆν. 1.321 ∆̣ιότι τίς ε᾿̣στιν ὁ ἐξουθενῶν τὰς ἡμέρας τὰς μικράς; Αὗται δέ εἰσιν μεθ' ἃς ἡ ἀποκατάστασις γίνεται, τῶν εἰς τὴν Βαβυλῶνα γεναμένων αἰχμαλωσίας νόμῳ κάθοδον λαμβανόντων εἰς τὴν ἰδίαν πατρίδα. Ἡμέραι δὲ μικραὶ τυγχάνουσιν αἱ ὀλίγαι τῷ ἀριθμῷ, μάλιστα καὶ αἱ συντετμημέναι, οὐκ ἐπὶ πολὺ τοῦ ἡλίου μένοντος ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· τὸ πρότερον μᾶλλον ἐκλημπτέον, διὰ τὸ τὰς ἀποκαλύψεις δεδεῖχθαι τῷ προφήτῃ ἐν τῷ ἑβδομηκοστῷ ἔτει τῆς αἰχμαλωσίας, ὡς αὐτὸν τὸν προφήτην πρὸς Θεὸν εἰπεῖν· «Ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» 1.322 Συνᾴδει τῇ