32
παρανομίᾳ συζῶν καὶ ἐργάζεται τὴν ἁμαρτίαν καὶ διαφ θείρεται ὑπ' αὐτῆς. Καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. 18∆ιὰ θυμὸν ὀργῆς κυρίου Σαβαὼθ συγκέκαυται ἡ γῆ ὅλη. ∆ρυμὸν δασὺν τὸ πλῆθος καλεῖ τὸ ἄκαρπον· καὶ γὰρ ὁ δρυμὸς δασὺς μὲν καὶ πυκνός, ἔρημος δὲ καρπῶν. Βουνοὺς δὲ ὀνομάζει τοὺς ἄρχοντας διὰ τὸ ὑψηλὸν καὶ περίβλεπτον. Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Τὸ σφο δρὸν τῶν πολεμίων διὰ τούτων δεδήλωκεν. Ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει. Τροπῆς γὰρ ἐν τοῖς πολέμοις γενομένης τῆς οἰκείας σωτηρίας ἕκαστος προμηθεῖται καὶ οὔτε πατὴρ υἱοῦ οὔτε υἱὸς πατρὸς οὔτε ἀδελφὸς ἀδελφοῦ κατὰ τὸν τῆς φυγῆς φροντίζει καιρόν. Εἶτα προλέγει τῶν δυσμενῶν καὶ τὴν ῥώμην καὶ τὴν νίκην· 19Ἀλλ' ἐκκλινεῖ εἰς τὰ δεξιὰ ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Ἐν τοῖς πολέμοις οἱ νικῶντες ποτὲ μὲν τοὺς κατὰ τὸ δεξιὸν κέρας διώκουσι ποτὲ δὲ κατὰ τοῦ εὐωνύμου χωροῦσιν, καὶ τὴν φύσιν ἀγνοεῖν ὁ θυμὸς ἀναγκάζει, καὶ ἐοίκασι μεμηνόσιν ἀνθρώποις οἳ τοὺς οἰκείους βραχίονας ὡς ἀλλοτρίους ἐσθίουσιν. Σημαίνει μέντοι διὰ τούτων καὶ αὐτοῦ τοῦ Ἰσραὴλ τὴν διάστασιν καὶ τῶν φυλῶν τὴν διχόνοιαν. 20Φάγεται γάρ φησιν Ἐφραὶμ τοῦ Μανασσῆ καὶ Μανασσῆς τοῦ Ἐφραίμ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ὡς ἐσόμενα τὰ γεγενημένα λέγει κατὰ τὸ ἰδίωμα τῆς Ἑβραίων φωνῆς. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεῖρ αὐτοῦ ὑψηλή. Οὐδὲ γὰρ ἐχρῆν τὸν ἰατρὸν ἀποστῆναι τῆς θερα πείας, μὴ λωφησάσης τῆς νόσου. 101Οὐαὶ τοῖς γράφουσι πονηρίαν, γράφοντες γὰρ πονη ρίαν |114 a| γράφουσιν. 2Ἐκκλίνοντες κρίσεις πτωχῶν, ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τῶν ψευδοπροφητῶν καὶ τῶν ἀδίκων ἀρχόντων κατη γορεῖ, τῶν μὲν ὡς ἐπὶ λύμῃ πολλῶν τὰς ψευδεῖς συγγρα φόντων προρρήσεις, τῶν δὲ ὡς παρανόμως δικαζόντων καὶ προιεμένων τὸ δίκαιον. Εἶτα αὐτοὺς φοβεῖ τῇ μνήμῃ τῆς τιμωρίας· 3Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡμέραν γὰρ ἐπισκοπῆς ἐκάλεσε τὸν τῆς τιμωρίας καιρόν. Ὥσπερ γὰρ τὴν τοῦ θεοῦ μακροθυμίαν ὕπνον καλεῖ, οὕτω τὴν τιμωρίαν ἐπισκοπὴν ὀνομάζει. Ἡ γὰρ θλῖψις ὑμῶν πόρρωθεν ἥξει. Τὰ δύο σημαίνει κατὰ ταὐτόν, καὶ ὅτι πόρρωθεν ἥξει καὶ ὅτι τὰ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπταισμένα ἐν τῷ καιρῷ τῆς δίκης εἰς μέσον ἀχθήσεται καὶ ὑπὲρ πάντων εἰσπραχθήσονται δίκας. Καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Ἐμοῦ γὰρ πολεμοῦντος τίς ἐπικουρῶν ὠφελήσει; Τοῦτο ἔοικε τῷ παρὰ τῷ μεγάλῳ Μωυσῇ εἰρημένῳ· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν 4τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Ἡ παροῦσά φησιν εὐημερία αἰχμαλώτοις ὑμῖν γιγνομένοις οὐκ ἐπαρ κέσει· ἀπαγωγὴν γὰρ τὴν αἰχμαλωσίαν ἐκάλεσεν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε καὶ οἱ Λοιποὶ δὲ ὁμοίως· «Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν ὥστε μὴ καμφθῆναι ὑπὸ δεσμόν;» Καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. Πολ λάκις τινὲς ἐν τοῖς πολέμοις διαφυγεῖν τοὺς ἐναντίους πειρώμενοι μεταξὺ τῶν ἀνῃρημένων νεκρῶν σφᾶς αὐτοὺς κατακρύπτουσιν. Τὴν ὑπερβολὴν τοίνυν τῆς δειλίας αὐτῶν προσημαίνων τοῦτο κἀνταῦθα δεδήλωκεν. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Συνεχῶς ἐπιλέγει τοῦτο καὶ τῆς ἐκείνων ἀπειθείας κατηγορῶν καὶ τῇ τῆς τιμωρίας ἀπειλῇ δεδιττόμενος. Ταῦτα τῇ Σαμαρείᾳ καὶ ταῖς ὑπ' αὐτὴν φυλαῖς προαγο ρεύσας προλέγει καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὴν καταληψομένην αὐτοὺς ἐν τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ πανωλεθρίαν· 5Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ἡ ὀργή μού ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Ζητητέον τί δήποτε θρηνοῦνται ὑπουργοὶ τῆς θείας τιμωρίας γιγνό μενοι. Χρὴ τοίνυν εἰδέναι τὸν τοῦτο μαθεῖν ἐφιέμενον, ὡς διακόνοις μὲν τῆς τιμωρίας Ἀσσυρίοις ἐχρήσατο οἷόν τινας δημίους κατὰ τῶν