1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

33

θεωρίᾳ ταύτῃ καὶ τὸ ἐν Εὐαγγελίῳ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ.» Τὸ κολοβωθῆναι τὰς ἡμέρας τῆς θλίψεως δηλοῖ ὡς οὐ παραμενεῖ τὰ θλιβερὰ ἐπὶ χρόνον πλείονα, ταχέως καταπαύοντα, ἵνα διαρκέσῃ ἡ ἰσχὺς τῶν κακουμένων πρὸς τὸ γενναίως ἀγωνίσασθαι ἐπὶ τῷ βραβείων καὶ στεφάνων τυχεῖν. 1.323 Οὐ γὰρ πειστέον Τατιανῷ τῷ αἱρετικῷ ἐσφαλμένως λέγοντι ἐλάττους γεγονέναι τὰς προτέρας ἡμέρας παρὰ τὰς νῦν, βραχὺ συσταλεισῶν τῶν ὡρῶν τοῦ νυχθημέρου, διὰ τὸ ἀπαγγέλλεσθαι ὑπὸ τοῦ ὑμνῳδοῦ πρὸς τὸν Θεόν· «Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα.» 1.324 Ἀλλ' ἐπεὶ ἀδύνατον καθ' ἱστορίαν οὕτω τὰς ἡμέρας κολοβοῦσθαι, ἀνακτέον τὸ εὐαγγελικὸν περὶ τῆς κολοβώσεως τῶν ἡμερῶν καὶ τὸ περὶ τῶν μικρῶν ἡμερῶν κείμενον ἐν τῇ προφητικῇ λέξει. 1.325 Τῶν νοητῶν ἡμερῶν πρὸς τοῦ ἡλίου τῆς δικαιοσύνης ἐχουσῶν μέγεθος καὶ πλῆθος, καὶ τ̣ο··τ·ον ἐκ τῆς διαφορᾶς τῶν φωτιζομένων καὶ οὐ τοῦ τ̣·····τος αὐτὰς θείου φωτός. Ὅταν γὰρ περὶ τοῦ δικαίου τ̣οῦ «κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου» ὁ Κύριος λέγῃ· «Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν», οὐ πολυχρονιότητα ἐπαγγέλλεσθαι τῷ δικαίῳ φαμὲν ποθοῦντι «ἀναλῦσαι ἵνα σὺν Χριστῷ γένηται», ὡς λέγειν αὐτόν· «Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.» 1.326 Ἀμέλει γοῦν καὶ ἡ ἱστορία μάχεται τῇ τοιαύτῃ νοήσει, οὐ πολυημέρων γινομένων ἐκ παντὸς τρόπου τῶν τιμώντων γονέας, εἰρημένου πρὸς ἕκαστον· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ πολυχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι.» Ἔστιν γὰρ εὑρεῖν τηροῦντας τὴν ἐντολὴν ταύτην ὠκυμόρους ἐν ὀλίγῳ χρόνῳ ἔξω τῆς ἐπικήρου ζωῆς γινομένους. 1.327 Ἐπεὶ οὖν ἐλέγχεται τὸ ῥητὸν οὐκ ἔχον ὡς οἱ πολλοὶ νομίζουσιν, τὸ ἐν Ψαλμοῖς λεγόμενον περὶ μακρότητος ἡμερῶν καὶ εἴ που ἀλλαχοῦ τῆς θεοπνεύστου γραφῆς οἷόν ἐστιν τό· «Ζωὴν ᾐτήσατο καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», καὶ τὸ ἐν Παροιμίαις· «∆ίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά.» 1.328 Ὅτι δὲ ὁ παρεκτείνων φωτισμὸς καὶ μακρότης ἡμερῶν ἐστιν ὁ ἱεροφάντης τῶν θείων νόμων Μωϋσῆς πρὸς τὸν φιλόθεόν φησιν· «Αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου· ἀγαπᾶν Κύριον τὸν Θεόν σου ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης καρδίας σου.» Ἐπεὶ γὰρ φωτεινή ἐστιν ἡ σύντονος πρὸς Θεὸν α᾿̣γ̣άπη, μακρὰς καὶ μεγάλας ἡμέρας παρασκευάζει, ὥστε μετέχοντα αὐτῆς πολυήμερον καὶ μακροήμερον τυγχάνειν. 1.329 Ταύταις ταῖς ἡμέραις συγκρινόμεναι αἱ εἰσαγω̣γ̣ι̣καὶ ἐκλάμψεις τυγχάνουσιν ἡμέραι μικραί· ἃς ὁ οὐκ̣ ε᾿̣ξ̣ουθενῶν ῥᾷστα πειραθήσεται τῶν μετὰ τὰς εἰσαγωγὰς λαμπρῶν προκοπῶν. Ἐν αἷς ὁ γενάμενος χαρήσεται «χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ», ὑπαρχούσῃ «καρπῷ τοῦ ἁγίου Πνεύματος». 1.330 Τί δὲ ἀκολουθεῖ τῷ οὕτω χαρέντι ἢ τὸ ὄψεσθαι τὸν κασσιτέρινον λίθον ἐν χειρί, τοῦτ' ἔστιν ἐν πράξει, τοῦ Ζοροβάβελ, τῷ ἐξ αὐτοῦ γενεαλογεῖσθαι τὸν ἐξ Ἀβραὰμ καὶ ∆αυὶδ καὶ τέλος ἐκ τῆς Μαρίας Ἰησοῦν, τὸν διὰ τὸ δι' ὅλων φωτεινὸν εἶναι καὶ διορατικοὺς ἀπεργαζόμενον τοὺς πλησιάζοντας αὐτῷ. 1.331 Εἶναι ἑπτὰ ὀφθαλμοὺς εἶπεν, ἐφορῶντας καὶ ἐπιβλέποντας πᾶσαν τὴν γῆν, τότε μάλιστα ὅτε ἔμαθον ποιεῖν δικαιοσύνην οἱ οἰκοῦντες ἐπὶ τῆς γῆς, πορευόμενοι ἄμωμοι καὶ ἐργαζόμενοι δικαιοσύνην. Ὅτι δ' οὗτοι ἐπιβλέπονται ὑπὸ Κυρίου, ἀπὸ τοῦ ψαλμῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» 1.332 Ἑπτὰ θείους ὀφθαλμοὺς ἔχει ὁ ὅλος ἐξ ὅλων διορατικὸς ὑπάρχων· ταύτῃ γοῦν καὶ τὰ πανάγια Χερουβεὶν οἷς ἐποχεῖται Θεός, κατὰ τὴν ὅρασιν τοῦ Ἰεζεκιήλ, δι' ὅλων εἰσὶν ὀμματώμενα, πλήρης εἶναι εἰρημένα ὀφθαλμῶν, ὡς καὶ τὰ νῶτα καὶ τὰ πρόσω αὐτῶν ἔχειν ὀφθαλμοὺς ἐποπτικοὺς τῶν ὑπερφυῶν καὶ μεγάλων θεαμάτων. Πληθυσμὸς δὲ γνώσεως ἑρμηνεύεται τὰ Χερουβείν· ἐξ οὗ παρίσταται ὅτι ὁρῶσιν ἃ