34
ἐπίστανται καὶ οἷς ἐπιβάλλουσι βλέπουσι. 1.333 Ὅρα εἰ τό· «Τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς;» οὐ τὸν σπάνιον θεατὴν δηλοῖ, ἀλλά τινα τὸν παρά τισιν καλούμενον ἰδίως ποιόν, παρ' ἄλλοις δ' ἄτομον, παραπλησίως τῷ ἀποστολικῷ ῥητῷ ἔχοντι οὕτως· «Πᾶς οἶκος κατασκευάζεται ὑπό τινος.» 1.334Zach. IV, 11-14: Καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς αὐτόν· Τί αἱ δύο ἐλαῖαι αὗτ̣αι αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; Καὶ ἐπηρ̣ω´̣τ̣ησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν· Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσάς; Καὶ εἶπεν πρός με· Οὐκ οἶδας τί ἐστιν ταῦτα; Καὶ εἶπα· Οὐχί, Κύριε. Καὶ εἶπεν· Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς. 1.335 Ἐπηρωτήσαντος τοῦ ἀγγέλου τοῦ λαλοῦντος ἐν τῷ προφήτῃ· «Τί βλέπεις σύ;» ἀπεκρίθη καὶ εἶπεν πευστικῶς· «Τίνες αἱ δύο ἐλαῖαι αἱ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τῆς λυχνίας;» Ἀποκρίσεως αὐτῷ μὴ δοθείσης, ἐκ δευτέρου ἐπερωτᾷ περὶ δύο κλάδων τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς. Πρὸς ὃν ὁ ἄγγελος· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Οὐχί, Κύριε, εἰπόντος τοῦ προφήτου, ὁ ἄγγελος ἔφη· «Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς.» 1.336 Τῷ ἀρχὴν ἔχοντι μυσταγωγίας οὐ δυνατόν πω γνῶναι τίνες ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τῆς λυχνίας ἐλαῖαι· διὸ ἐκ δευτέρου ἐπερωτᾷ περὶ κλάδων δύο τῶν ἐλαιῶν. Σεσαφήνισται ἐν τοῖς πρότερον λόγους εἶναι μελέτης θείας, ἐλαίας ὀνομαζομένους διὰ τὸ τὸν καρπὸν αὐτῶν αὔξειν καὶ τρέφειν τὸ φῶς. 1.337 Ἐπεὶ οὖν οὐ δυνατὸν τὸν «ἐκ μέρους γινώσκοντα καὶ προφητεύοντα» θεωρῆσαι ἐξ ὅλων τὰ στελέχη καὶ τὰ ἔρνη τῶν ἐκ̣κειμένων φυτῶν, ἐκ δευτέρου ἐπερώτησιν προσάγει περὶ δύο κλάδων ἐλαιῶν, τούτων γὰρ μόγις γνῶσιν ἔχει̣ν δυνατὸν τὸν «δι' ἐσόπτρου καὶ αἰνίγματος» ἐπιβάλλοντα τ̣ῇ ἀληθείᾳ, ἵν' ἐκ τῶν μερικῶν ὠφεληθεὶς δυνηθῇ π̣ο̣τε γνῶναι τίνες αἱ ἐλαῖαι τυγχάνουσιν. 1.338 Καὶ ἐπεὶ μία ἀποδόσεων κατά τινα τῶν ἐξηγησαμένων τὸ ῥητὸν ὃς τὰς δύο ἐλαίας εἰς τὸν περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λόγον ἐξέλαβεν, ὅρα εἰ οἱ κλάδοι τῶν ἐλαιῶν τούτων ἐκλαμβάνοιντο τὰ ἐφικτὰ τῷ ἐκ μέρους γινώσκοντι. Καὶ Χριστοῦ μὲν ἐλαίας ὄντος, κλάδος εἴη τὸ σάρκα γεγονέναι τὸν Λόγον· τοῦ δ' ἁγίου Πνεύματος, ἡ εἰσαγωγικὴ θεωρία αὐτοῦ, ὀνομαζομένη «ἀρραβὼν» αὐτοῦ. 1.339 Περὶ τούτων ἐκ δευτέρου ἐπερωτήσας, ὁ θεολημπτούμενος ἤκουσεν πρὸς τοῦ μυσταγωγοῦντος ἀγγέλου· «Οὐ γινώσκεις τί ἐστιν ταῦτα;» Τοῦ δὲ φήσαντος· «Οὐχί, Κύριε», «Οὗτοι, φησίν, εἰσὶν οἱ δύο υἱοὶ τῆς πιότητος· παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς». 1.340 Ὅνπερ γὰρ τρόπον ἐκ δεξιῶν τοῦ περὶ Πατρὸς λόγου, οὗτος δ' ἐστὶν τὸ λαμπάδιον τὸ ἐπάνω τῆς λυχνίας, ὡς ἡρμήνευται μικρῷ πρότερον, οὕτω τῆς περὶ Πατρὸς θεωρίας πιότητος προσαγορευομένης, υἱοὶ αὐτῆς τυγχάνουσιν ὁ περὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λόγος, ὡς ἐνδέχεται γνῶναι τὸν ἔτι ἐν σώματι ὄντα. 1.341 Κατὰ ἀπόδοσιν ἄλλην, ἡ τῶν θεοπνεύστων γραφῶν μυστικὴ νόησις πιότης ἐστὶ τοῦ οἴκου τοῦ Θεοῦ κατὰ τὸ λεχθὲν ἐν πέμπτῳ καὶ τριακοστῷ Ψαλμῷ πρὸς τὸν Κύριον Θεόν· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου», δῆλον δ' ὅτι «οἱ ἐλπίζοντες ἐν ταῖς πτέρυξιν τοῦ Θεοῦ» ἀνθρώπων υἱοί, δύο υἱοὶ ὄντες τῷ τὸν μὲν ἐκ περιτομῆς γεγενῆσθαι, τὸν δὲ κατὰ τὸ Χριστοῦ εὐαγγέλιον. 1.342 Ἐπίστησον εἰ δύνασαι πιότητος υἱοὺς δύο ἐκλαβεῖν παρεστηκότας τῷ Κυρίῳ πάσης τῆς γῆς, τοὺς ὀφθέντας ἐν δόξῃ μετὰ Ἰησοῦ ἐν τῷ ὄρει Μωϋσέα καὶ Ἠλίαν, τὸν νομικὸν καὶ προφητικὸν δηλονότι λόγον. Ὥσπερ γὰρ ὁ πνευματικὸς νόμος υἱὸς τυγχάνει τῆς ἀποδοθείσης πιότητος, οὕτω καὶ ὁ ἀνηγμένος προφήτου λόγος. Ἀνέγνων ἐν ἀποκρύφῳ βιβλίῳ τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν τοὺς δύο υἱοὺς τῆς πιότητος εἶναι, ὡς εἰκὸς διὰ τὸ προσόνασθαι παρὰ τοὺς ἄλλους ἀνθρώπους. «Ὁ μὲν γὰρ Ἐνὼχ