1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

35

μετετε´̣θη τοῦ μὴ ἰδεῖν θάνατον», «ὁ δὲ Ἠλίας ἀνελήμφθη» πυρίνου ἅρματος καὶ ἵππου ἀναγαγόντων αὐτὸν «ὡς εἰς τὸν οὐρανόν». 1.343 Ταῦτα κατὰ δύναμιν τὴν ἡμετέραν, βραχεῖαν οὖσαν, θεωρήσαντες, ἐκθώμεθα τὰ ἑξῆς τοῦ προφήτου, νοῆσαι καὶ αὐτὰ ποθοῦντες, ἐὰν ἄρα «δώῃ λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν» ὁ φωτίζων δι' ἀποκαλύψεων τὸν προφήτην.

1.344 Zach. V, 1-4: Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀφθαλμούς μου· καὶ εἶδον, καὶ

ἰδοὺ δρέπανον πετόμενον. Καὶ εἶπεν πρός με· Τί σὺ βλέπεις; Καὶ εἶπα· Ἐγὼ ὁρῶ δρέπανον πετόμενον, μῆκος πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Καὶ εἶπεν πρός με· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ προσώπου πάσης τῆς γῆς· διότι πᾶς κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται. Καὶ ἐξοίσω αὐτό, λέγει Κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ. 1.345 Ἐπιστρέψας ἀπὸ τῆς φθασάσης ὀπτασίας, ἦρα τοὺς ὀφθαλμούς μου τοὺς τῆς διανοίας. Καὶ ὁρῶ δρέπανον πετάμενον, μῆκος ἔχον πήχεων εἴκοσι, καὶ πλάτος πήχεων δέκα. Ὅπερ δρέπανον, ὁ δεικνὺς τὴν περὶ αὐτοῦ θέαν φησίν· Αὕτη ἐστὶν ἡ ἀρά, τοῦτ' ἔστιν ἡ κόλασις, ἡ ἐπὶ πᾶσαν τὴν γῆν ἐπαγομένη, ἐπὶ τῷ κόψαι καὶ συντελέσαι τὸν κλέπτην καὶ ἐπίορκον. Καὶ ὅρα γε τὸ μέγεθος τῆς δι' ἀποκαλύψεως γινομένης παιδεύσεως, φανερούσης ἐκ τῶν φανερῶν τὰ μὴ φαινόμενα, ἐκ τῶν αἰσθητῶν τὰ ν̣οούμενα. 1.346 Ἐπὶ γὰρ ψήφου τοῦ δικαίου κριτοῦ ἐξετάζοντος τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ἀποδιδόντος τε ἑκάστῳ κατὰ τὴν πρᾶξιν καὶ τὰ ἔργα αὐτοῦ, τὰς ἐπιφερομένας κατὰ τῶν ἀδίκ̣ων καὶ ἀσεβῶν ἀνθρώπων τιμωρίας, ὅπου μὲν μάχαιραν καὶ βέλη, ὅπου δὲ ἀξίνην καὶ δρέπανον ὀνομάζει. 1.347 Ὅταν γὰρ «οἱ πονηροὶ καὶ γόητες ἄνθρωποι» καὶ σὺν τούτοις οἱ ἀλιτήριοι δαίμονες πολέμιοι καὶ στασιώδεις δι' ἣν ἔχουσιν ὠμότητα τυγχάνωσιν, τὰ ἐπαγόμενα κατ' ἀξίαν τοῖς τοιούτοις ξίφη καὶ ἀκόντια προσαγορεύονται, ἐπιφερόμενα πρὸς τοῦ λέγοντος Κυρίου ἐν ᾠδῇ μεγάλῃ τοῦ ∆ευτερονομίου· «Μεθύσω τὰ βέλη μου ἀφ' αἵματος, καὶ ἡ μάχαιρά μου καταφάγεται ἀφ' αἵματος τραυματιῶν», καὶ ἔτι· «Ἐπάξω τὴν μάχαιράν μου ἐπ' αὐτούς, καὶ τὰ βέλη μου συντελέσει αὐτούς.» 1.348 Καὶ ἐπεὶ μὴ μόνων τῶν ἐπὶ γῆς ἁμαρτανόντων, ἀλλὰ καὶ τῶν εἰς πονηρίαν πεσόντων ἀγγέλων ἅπτεται ἡ κόλασις -γέγραπται γάρ· «Ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», ἀπολιπόντων τὸ οὐράνιον οἰκητήριον-ἐν Ἠσαίᾳ λέγεται ἐκ προσώπου τοῦ Θεοῦ· «Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ.» 1.349 Μάλιστα δὲ γνωρίζεται ἡ ἐπαγομένη κατὰ τῶν ἀσεβῶν ἐπίπονος κρίσις, ἐν τῷ φερομένῳ ἐν Ἀμώς, τῷ δευτέρῳ τῶν ∆ώδεκα Προφητῶν, οὕτως ἔχοντι· «Ἐν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ.» Οὐ γὰρ περὶ αἰσθητοῦ ὀργάνου πολεμίων ἡ προφητικὴ λέξις, τῷ μηδεπώποτε πάντας τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ξίφει ὁρατῷ ἀνῃρῆσθαι. 1.350 Ἰσοδυναμούντως καὶ ἐν ἑβδόμῳ Ψαλμῷ ἀπειλεῖ ὁ μελῳδὸς φάσκων πρὸς τοὺς καλουμένους εἰς μετάνοιαν· «Ἐὰν μὴ ἀποστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινεν, αὐτὸ καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.» Πρός γε νοῦν τῶν σκευῶν τοῦ θανάτου ἐν Ἰερεμίᾳ λε´̣γεται· «Ἕως πότε κόψεις ἡ μάχαιρα τοῦ Κυρίου, ἕως πότε οὐχ ἡσυχάσεις; ἐπιστράφητι εἰς τὸν κολεόν σου.» 1.351 Ἀρκούντως ἐκτεθέντων τῶν πολεμικῶν ὀργάνων πληττόντων καὶ βλαπτόντων τοὺς ὠμοθύμους καὶ στασιώδεις ἀνθρώπους τε καὶ δαίμονας, ἴδωμεν καὶ τὰ μετ' αἰνιγμοῦ ἀπαγγελλόμενα περὶ τῶν καρπὸν καλὸν μὴ φερόντων δένδρων, σκευῶν ὀργῆς ἢ