36
καὶ τὰς θεοπρεπεῖς αὐτοῦ προσηγορίας ἐδίδαξεν, ὅτι θεὸς ἰσχυρός, ὅτι ἐξουσιαστής, ὅτι ἄρχων εἰρήνης, ὅτι πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐνταῦθα δὲ καὶ τὴν σαρκικὴν αὐτοῦ διδάσκει συγγένειαν ὅτι ἐξ Ἰεσσαὶ κατὰ σάρκα βεβλάστηκεν· πατὴρ δὲ Ἰεσσαὶ τοῦ ∆αυίδ. 2Καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· 3πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν. Τῶν μὲν γὰρ προφητῶν ἕκαστος μερικήν τινα ἐδέξατο χάριν, ἐν αὐτῷ δὲ κατῴκησε «πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», καὶ κατὰ τὸ ἀνθρώπινον δὲ πάντα εἶχε τοῦ πνεύματος τὰ χαρίσματα· «Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ» κατὰ τὸν θεσπέσιον Ἰωάννην «ἡμεῖς πάντες ἐλάβομεν.» Οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. Οὐ γὰρ προσεῖχε τῇ δυναστείᾳ τῶν γραμματέων καὶ Φαρισαίων, ἀλλὰ μετὰ παρρησίας αὐτῶν τὴν παρανομίαν διήλεγχεν· «Οὐαὶ ὑμῖν» λέγων «γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί» καὶ τὰ ἄλλα ὅσα τοιαῦτα ἃ ῥᾴδιον τοῖς βουλο μένοις ἐν τοῖς ἱεροῖς εὐαγγελίοις κατανοεῖν. 4Ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν. Τοὺς μὲν γὰρ τῆς τῶν δαιμόνων ἠλευθέρου μανίας, τοὺς δὲ τῆς τῶν παθημάτων ἐπικρατείας ἀπήλλαττε, τοῖς δέ γε πιστεύουσι τὴν ὀνησιφόρον καὶ ζωῆς πρόξενον διδασκαλίαν προσέφερεν. Καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους τῆς γῆς. Τοῦτο πράως μὲν ἐν τῇ προτέρᾳ ἐπιφανείᾳ πεποίηκε, βασιλικῶς δὲ καὶ ἐξουσιαστικῶς ἐν τῇ δευτέρᾳ ποιήσει τοῖς θείοις ἐγκαθήμενος θώκοις καὶ τὰς δικαίας ψήφους ἐκφέρων. Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Τῇ γὰρ θεοπρεπεῖ τῶν ἀποστόλων διδασκαλίᾳ οὐρανὸν τὴν γῆν ἀπειργάσατο, πολλοὺς ἐν ἑκάστῳ ἔθνει τῶν γηίνων ἀποστήσας πραγμάτων καὶ τὴν οὐράνιον ἀσπάςασθαι πολιτείαν παρασκευάσας. Καὶ τῷ πνεύματι διὰ χειλέων ἀνε λεῖ τὸν ἀσεβῆ. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος περὶ τοῦ ἀντιχρίστου προείρηκεν· «Τότε» γάρ φησιν «ἀποκα λυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπι φανείᾳ τῆς παρουσίας αὐτοῦ.» Τοῦτο καὶ αὐτὸς οὗτος ὁ προφήτης μετ' ὀλίγα βοᾷ· «Ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.» 5Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀςφῦν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. Τοῦτο καὶ ὁ μακάριος ∆αυὶδ ἔφη· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.» ∆ιὰ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης πᾶν εἶδος συμπεριέλαβεν ἀρετῆς· ταύτας αὐτῷ καὶ ἀντὶ περιβολαίου καὶ ἀντὶ ζώνης γεγενῆσθαί φησιν. Εἶτα τῆς |117 a… οἰκονομίας τὰ κατορθώματα λέγει· 6Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται. ∆ιὰ τῶν ἡμέρων καὶ ἀγρίων ζῴων τροπικῶς τῶν ἀνθρωπείων ἠθῶν ἐδίδαξε τὴν διαφοράν. Λύκῳ μὲν γὰρ ἀπεικάζει τὸ ἁρπακτικὸν ἦθος, προβάτῳ δὲ τὸ ἥμερόν τε καὶ πρᾶον καὶ αὖ πάλιν παρδάλει μὲν τὸ ποικί λον-κατάστικτον γὰρ τὸ ζῷον-, ἐρίφῳ δὲ τὸ ἁπλοῦν τε καὶ ἄκακον· οὕτω λέοντι μὲν τὸ ὑπερήφανον καὶ ἀρχικόν, ταύρῳ δὲ τὸ θρασύ, μοσχαρίῳ δὲ τὸ τούτων ἀπηλλαγμένον. Ἀλλ' ὅμως κατὰ ταὐτὸν αὐτὰ νεμηθήσεσθαι λέγει. Καὶ ὁρῶμεν τῆς προφητείας ἐν ταῖς ἐκκλησίαις τὸ τέλος καὶ βασιλέας καὶ ὑπάρχους καὶ στρατηγοὺς καὶ στρατιώτας καὶ ἀποχειροβιώτους οἰκέτας τε καὶ προσαίτας τῆς ἱερᾶς κατὰ ταὐτὸν κοινωνοῦντας τραπέζης, τῶν αὐτῶν ἐπαΐοντας λόγων, τῆς αὐτῆς κολυμβήθρας ἀξιουμένους. Καὶ παιδίον μικρὸν ἄξει αὐτούς. Τοὺς γὰρ ἐπὶ δυνάμει γαυριῶντας καὶ ἐπὶ σοφίᾳ βρενθυομένους ἄνθρωπος τῇ κακίᾳ κατὰ τὴν ἀποστολικὴν παραίνεσιν νηπιάζων καὶ τῇ ἁλιευτικῇ ἁπλότητι διακοσμούμενος ἄγει καὶ νέμει. 7Καὶ βοῦς καὶ ἄρκος ἅμα συνβοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Ὁρῶμεν δὲ καὶ τούτων τὸ τέλος· πολλοὶ γὰρ πλούτῳ περιρρεόμενοι καὶ ἀφθόνους ἔχοντες τρυφῆς ἀφορμὰς τὴν νηστείαν τῆς χλιδῆς προτιμῶσι καὶ