1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

37

ἐξῆλθεν, ἔνδον οὐ μένων, ἵνα δείξῃ τὴν ἀνομίαν καὶ τὸ μέτρον καὶ τὸ τάλαντον τοῦ ἐξαιρομένου μολίβου. Τί δὲ τούτων ἕκαστον σημαίνει, καλὸν ἐπιστήσαντα θεωρῆσαι. 1.363 Ἔστι τοίνυν τὸ δεικνύμενον ἐκπορευόμενον μέτρον, τὸ πλήρωμα πάσης κακίας καὶ ἀσεβείας· ὅπερ οὔπω ὑπάρχον «τοῖς Ἀμορραίοις καὶ τοῖς λοιποῖς ἔθνεσιν», οὐκ ἐκόλαζεν τὰ ὠνομασμένα ἔθνη, τότε τιμωρίαν ὑφιστάμενα ὅταν ἀναπληρωθῶσιν αὐτῶν αἱ ἁμαρτίαι, οὐδενὸς εἴδους ἀδικήματος ἀπόντος, κατὰ τὸ λεχθὲν περί τινων· «Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαο`̣ς πλήρης ἁμαρτιῶν.» 1.364 Τῷ αὐτῷ τρόπῳ καὶ περὶ τῶν πλησθέντων κατὰ Σωσάννης τῆς σωφρονεστάτης ἔρωτι μο̣ιχικῷ εἴρηται· «Ἦλθον δὲ καὶ οἱ δύο πρεσβύτεροι πλήρεις ἀνόμου ἐννο̣ίας.» Καὶ περὶ τοῦ Ἐλύμα δὲ τοῦ μάγου εὐθυβόλως ὁ Ἀπόστολοςεἶπεν, πληκτικώτατα προφέρων τοὺς ἐλεγμοὺς αὐτῷ· «Ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύῃ διασ̣τ̣ρ̣ε´̣φων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;» 1.365 Κατασκευάζεται δὲ ἡ θεωρία αὕτη μάλιστα ἐξ ὧν εἶπεν ὁ Σωτὴρ τοῖς εἰποῦσιν Ἰουδαίοις· «Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ὅτι υἱοί ἐστε τῶν ἀποκτεινάντων τοὺς προφήτας· πληρώσατε οὖν καὶ ὑμεῖς τὸ μέτρον τῶν πατέρων ὑμῶν.» 1.366 Εἰ γὰρ καὶ μυρία κατὰ τῶν προφητῶν φονικῶς ἐπλημμέλησαν, ἀλλ' οὖν ἔλιπεν πρὸς ἀναπλήρωσιν τοῦ μέτρου τῶν ἀσεβημάτων ἡ κατὰ τοῦ ταῦτα λέγοντος Ἰησοῦ τόλμα καθ' ἣν σταυρῷ αὐτὸν περιβεβλήκασιν· τότε γὰρ τότε τὸ μέτρον τῆς δυσσεβείας αὐτῶν πεπλήρωται, ὅτε σὺν τοῖς προφητεύσασιν τὸν προφητευθέντα κατέκριναν θανάτῳ. 1.367 Ὥσπερ οὖν ἐστιν μέτρον ἁμαρτημάτων τοῖς κολαστέοις, οὕτω καὶ μέτρον ἀγαθῶν ἔργων καὶ φρονημάτων τοῖς τὸν σπουδαῖον καὶ κατ' εὐσέβειαν πεποιωμένον βίον ἑλομένοις. Πληροῦται δὲ καὶ τὸ μέτρον τοῦτο ὅταν μηδεμία δικαία γνώμη καὶ ὁσιότης ἀπῇ. 1.368 Πρὸς τὰ δύο τάγματα ταῦτα, τό τε ἀγαθὸν καὶ πονηρόν, ὁ Σωτὴρ εἶπεν· «Ὧι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Τοῖς γὰρ τὸ ἐπαινετὸν πληρώσασιν μέτρον ἐπιμετροῦνται ἐπαγγελίαι ἃς ἄνθρωπος «οὐκ εἶδεν οὐδὲ ἤκουσεν οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβησαν, ἑτοιμασθεῖσαι ὑπὸ τοῦ Θεοῦ τοῖς ἀγαπῶσιν αὐτόν.» Τοῖς δὲ τὸ ψεκτὸν καὶ ἐπάρατον χειρίσ̣των ἔργων λόγων τε καὶ νοημάτων ἀντιμετρεῖται ἡ κόλασις κατ' ἀξίαν ἐπιφερομένη, ὡς τὸν μὲν ἐξελθεῖν «εἰς τὸ σκότος τὸ ἐξώτερον», τὸν δ' ἀπιέναι «εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». 1.369 Ἐπίστησον εἰ κατ' α᾿̣μφοτέρων τῶν μέτρων ἢ μόνου τοῦ τῶν δικαίων ἔργων εἶπεν ὁ Σωτήρ· «Μέτρον καλόν, σεσαλευμένον, πεπιεσμένον, ὑπ̣ερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν», τ̣·····η̣ν τὸ ἡγεμονικὸν ὑμῶν. 1.370 Τάχα δὲ περὶ τοῦ τῶν σπο̣υ̣δ̣α̣ίων μόνου εἴρηται, ἑκατονταπλασίονα καὶ μείζονα «ὧν αἰτοῦμεν καὶ νοοῦμεν» διδόντος τοῦ κριτοῦ τὴν μισθαποδοσίαν, οὐκ ὄντος ἀκολούθου δίδοσθαι μέτρον τοῖς ὧν μὴ πάσας τὰς ἀνομίας παρατηρεῖται ὁ καρδιογνώστης καὶ πάντων τὸν νοῦν ἐπιστάμενος, μέτρον διδοὺς τοῖς τοιούτοις οὐ σαλευόμενον, οὐ πιεζόμενον, οὐχ ὑπερεκχυννόμενον, ἀλλ' ἐλλεῖπον καὶ ἀπλήρωτον, ἵν' οὕτω φράσω, ἀπὸ ἐλεημοσύνης καὶ ἀγαθότητος «τοῦ βλεφάροις ἐξετάζοντος τοὺς υἱοὺς τῶν ἀνθρώπων». 1.371 Εἰς τὸ μέσον τοῦ ἐπιψόγου μέτρου μία γυνὴ ὤφθη καθημένη, οὐκ ἄλλη τῆς ἀνομίας οὖσα καὶ τῆς ὑποβαλλούσης αὐτὴν ἀντικειμένης δυνάμεως. Αὐτὸς γὰρ ὁ προφήτης εἶπεν, δακτυλοδεικτῶν ταύτην τὴν γυναῖκα· «Αὕτη ἐστὶν ἡ ἀνομία πάσης τῆς γῆς», φημὶ δὲ τῆς ἀνθρωπότητος, ἣν καὶ ἀδικίαν ὠνόμασεν· «Πᾶς γάρ, φησίν, ὁ ποιῶν τὴν ἀδικίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἀνομία ἐστὶν ἡ ἁμαρτία.» 1.372 Ἑπομένως ὁρᾷ ὁ μυσταγωγούμενος ἐξαιρόμενον μολίβου τάλαντον καὶ τὴν γυναῖκα ἐξηρμένην ῥερῖφθαι ἐν μέσῳ τοῦ μέτρου, οὖσαν ἀνομίαν. ∆ιὰ τί δὲ οὐχ