1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

38

συνάξει τοὺς ἀπο λομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Ποῖον δὲ σημεῖον ἀλλ' ἢ τὸ τοῦ σταυροῦ σύμβολον, δι' οὗ καὶ τοὺς ἐκ τοῦ Ἰσραὴλ καὶ τοὺς ἐκ τοῦ Ἰούδα πλανωμένους πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν; 13Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραίμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται· Ἐφραὶμ οὐζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει τὸν Ἐφραίμ. Ταῦταπάλαι ἐγένετο τῆς βασιλείας διῃρημένης· μετὰ δὲ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν παλαιὰν ἔσχον ὁμόνοιαν. 14Καὶ πετασθήσονται ἐν πλοίοις Ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν. Οὐ γὰρ μόνην τὴν ἤπειρον οἱ θεῖοι ἀπόστολοι ἀλλὰ καὶ τὴν θάλατταν περαιούμενοι καὶ ταῖς νήσοις προσέφερον τοῦ νοεροῦ φωτὸς τὴν ἀκτῖνα· καὶ γὰρ ἐν Κύπρῳ Βαρνάβας καὶ Παῦλος, τὸ ζεῦγος τὸ ἱερὸν τὸ τῶν ἐθνῶν τὴν γεωργίαν ἐγχειρισθέν, καὶ τοῦ Ἐλύμα τὸ ψεῦδος διήλεγξε καὶ τὴν ἀλήθειαν ἔδειξεν· καὶ τῆς |118 a| Κρήτης τὸν Τίτον ἀπόστολον κεχειροτόνηκεν ὁ μακάριος Παῦλος καὶ τὸν Τιμόθεον τῆς Ἐφέσου. Ταῦτα τοίνυν τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου προείρηκεν ὅτι οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὴν θάλατταν προνομεύσουσι καὶ καθάπερ τινὲς στρατηγοὶ ἔθνη τινὰ ἀποστάντα καὶ πρὸς τύραννον αὐτομολήσαντα, περιγενόμενοι καὶ κρατήσαντες τῷ τῶν ὅλων προσάξουσι βασιλεῖ καὶ διαπεράσουσι τὰ πελάγη οὐκ Ἰουδαίους ἔχοντες κυβερνήτας καὶ ναύτας ἀλλ' ἀλλογενεῖς καὶ ἀλλοφύλους. Καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Καὶ τοῦτο ἡμᾶς ὁ μακά ριος Παῦλος διδάσκει. Γαλάταις γὰρ ἐπιστέλλων ταῦτα μετὰ τὸ προοίμιον τέθεικεν· «Ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι οὐδὲ ἀνῆλθον εἰς Ἱερουσαλὴμ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς ∆αμασκόν.» Τῆς δὲ Ἀραβίας καὶ Μωαβῖται καὶ Ἀμμανῖται· ἡ μὲν γὰρ νῦν Φιλαδέλφεια προσαγορευομένη -ἐστὶ δὲ πόλις τῆς Ἀραβίας λαμπρά-Ἀμμὰν μέχρι καὶ τήμερον τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ, Μωὰβ δὲ ἡ Χαραχμωβά, τῇ δὲ Ἀρειοπόλει πελάζει. Ἐδείχθη τοίνυνδιὰ τῆς ἀποστολικῆς μαρτυρίας ἡ τῆς προφητείας ἀλήθεια. 15Καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου. Οὐ γὰρ μόνον τὰ εἰρημένα ἔθνη εἰς εὐσέβειαν ποδηγήσει ἀλλὰ καὶ τῆς Αἰγύπτου καταπαύσει τὴν πλάνην. Θάλατταν γὰρ Αἰγύπτου τὴν πικρὰν καὶ ἄποτον ἀσέβειαν προσηγόρευσεν. Καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ <τὸν> ποταμὸν πνεύματι βιαίῳ. Καὶ τὸν ποταμὸν δὲ ὡσαύτως ἀντὶ τῆς πλάνης τέθεικεν. Ὥσπερ γὰρ τῆς σωματικῆς ζωῆς τὰς ἐλπίδας εἰς τὸν ποταμὸν ἔχουσιν ὡς δι' ἐκείνου δρεπόμενοι τοὺς καρπούς, οὕτω τῇ τῶν εἰδώλων ἐδεδούλωντο πλάνῃ. Ἀλλ' ὅμως καὶ ἐπὶ τοῦτον τὸν ποταμὸν τὴν χεῖρα αὐτοῦ φησιν ἐπιβαλεῖ πνεύματι βιαίῳ. Πνεῦμα δὲ καλεῖ βίαιον τῶν εὐσεβῶν τὴν δυναστείαν, δι' ὧν ἀνετράπη τὰ τῶν εἰδώλων τεμένη καὶ νόμοις ἐκωλύθη τῶν δαιμόνων τὸ σέβας. Καὶ πατάξει αὐτὸν εἰς ἑπτὰ φάραγγας ὥστε διαπο ρεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν. Τῆς γὰρ βασιλείας αὐτῶν ὑπὸ Ῥωμαίων καταλυθείσης εἰς ἑπτὰ διῃρέθησαν ἐπαρχίας καὶ τὸ πρότερον κατέλυσαν θράσος καὶ βατοὶ τοῖς τῆς ἀληθείας ἐγένοντο κήρυξιν. 16Καὶ ἔσται δίοδος τῷ κατα λειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ καὶ ἔσται τῷ Ἰσραὴλ ὡς τῇ ἡμέρᾳ ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Ὅτι ὥσπερ ἐξήγαγον αὐτοὺς ἐκ τῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, οὕτως εἰσάξω πάλιν αὐτοὺς μετὰ θαυμάτων εἰς τὴν Αἴγυπτον καὶ διὰ τούτων κἀκείνους πρὸς τὴν ἀλήθειαν ποδηγήσω. 121Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ' ἐμοῦ καὶ ἠλέησάς με. 2Ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι ὑπ' αὐτοῦ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι σωτήρ. Ὁ ὕμνος τὴν ἐπίγνωσιν τῆς εὐεργε σίας δηλοῖ· οἱ γὰρ ταύτης τετυχηκότες τὸν ταύτης