1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

42

141Καὶ ἐλεήσει κύριος τὸν Ἰακὼβ καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν Ἰακώβ. Γιώρας τῇ Ἑλλάδι φωνῇ ὁ προσήλυτος ἑρμηνεύεται· προσηλύτους δὲ ἐκάλουν Ἰουδαῖοι τοὺς ἐκ τῶν ἐθνῶν προσιόντας |120 b| καὶ τὴν νομικὴν πολιτείαν ἀσπαζομένους. 2Καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι καὶ πληθυνθήσονται. Συναπέστειλε γὰρ αὐτοῖς ὁ Κῦρος τοὺς μετὰ τιμῆς αὐτοὺς καὶ θεραπείας εἰς τὴν ἐνεγκοῦσαν ἀπάξοντας. Καὶ καταδι ελοῦνται αὐτοὺς οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας. Περιγενόμενοι γὰρ τῶν πλησιοχώρων κατεδουλώσαντο αὐτοὺς καὶ ἐξανδραποδίσαντες δουλεύειν ἠνάγκασαν. Καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτοὺς καὶ κυριευθήσονται ὡς κυριεύσαντες αὐτῶν, Βαβυ λώνιοι καὶ πάντες Ἀσσύριοι. 3Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἂν ἀναπαύσῃ σε κύριος ἀπὸ τῆς ὀδύνης σου καὶ τοῦ θυμοῦ καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς, 4καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος. Ἡ τῶν πραγμάτων μεταβολὴ καὶ λόγων ἐργάζεται μεταβολήν. Προλέγει τοίνυν κἀνταῦθα ὁ θεῖος προφήτης ποίοις μετὰ τὴν ἐλευθε ρίαν καὶ τὴν ἐπάνοδον πρὸς ἀλλήλους χρήσονται λόγοις τῶν Βαβυλωνίων τραγῳδοῦντες τὸν ὄλεθρον. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέ παυται ὁ ἐπισπουδαστής; Φόρον ἀπῄτει βαρύτατον πάντας τοὺς ὑπηκόους ὁ Βαβυλώνιος· τῆς δὲ βασιλείας καταλυ θείσης ἀπηλλάγησαν οἱ ἀρχόμενοι τοῦ δασμοῦ. 5Συνέτριψε κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν καὶ τὸν ζυγὸν τῶν ἀρχόντων, 6πατάξας ἔθνος θυμοῦ πληγῇ ἀνιάτῳ, παίων ἔθνος θυμοῦ πληγῇ ἣ οὐκ ἐφείσατο. Ἐπὶ πλεῖον Ἀσσύριοι τῆς οἰκουμένης κρατήσαντες, ἡνίκα κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐλύττησαν καὶ τὸν θεῖον νεὼν ἐνέπρησαν, τῆς βασιλείας ἐξέπεσον· ἀνίατον γὰρ πληγὴν τὴν κατάλυσιν τῆς βασιλείας ἐκάλεσε καὶ τὴν τῆς βασιλικῆς πόλεως ἐρημίαν. 7Ἀνεπαύσατο πεποιθότως πᾶσα ἡ γῆ καὶ βοᾷ μετ' εὐφρο σύνης. Εὐφράνθησαν ἅπαντες τῷ τῶν Βαβυλωνίων ὀλέθρῳ· θηριωδίᾳ γὰρ ὅτι πλείστῃ κατὰ πάντων ἐχρήσαντο. 8Καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοί, καὶ αἱ κέδροι τοῦ Λιβάνου ἐροῦσιν· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Λίβανόν τινες ἐνταῦθα τὴν Ἱερουσαλὴμ ᾠήθησαν ὀνομάζεσθαι· ἐγὼ δὲ οἶμαι τοὺς κατὰ ἔθνος βασιλέας κέδρους κληθῆναι Λιβάνου, τοῦ τῆς βασιλείας ὕψους οὕτω τροπικῶς νοουμένου. 9Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι ἐρχομένου σου. Εἴωθεν ἡ θεία γραφὴ καὶ προσωποποιίᾳ κεχρῆσθαι ὥστε σαφέστερον δεῖξαι τὰ πράγματα. Κἀνταῦθα τοίνυν τὸν θάνατον οὐκ οὐσίαν ὄντα τινὰ ἀλλὰ πρᾶγμα συμβαῖνον ὡς ἐνυπόστατον εἰσάγει, ἔμψυχόν τε καὶ λογικόν, κατὰ τοῦ Βαβυλωνίων βασιλέως ἀγανακτοῦντα. ∆ιήγειρε κατὰ σοῦ γίγαντας πάντας τοὺς ἄρξαντας τῆς γῆς οἳ ἀνέστησαν ἀπὸ τῶν θρόνων αὐτῶν. Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν 10πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι. Ἅ παν τας συνήγαγέ φησι τοὺς περιφανεῖς καὶ περιβλέπτους .............................. τάς σου καὶ ἐπιτωθάζοντάς σου καὶ λέγοντας· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. 11Κατέβη εἰς ᾅδου ἡ δόξα σου καὶ ἡ πολλὴ εὐφροσύνη σου. Ἐλέγχει δὲ διὰ τούτων ὁ προφητικὸς λόγος τὸ ὑπερφυὲς αὐτοῦ καὶ ὑπέρογκον φρό νημα· οὔτε γὰρ ἤλπισε τῷ θανάτῳ παραδοθήσεσθαι, ἀλλ' ἐνόμισεν εἶναι διὰ τὴν πολλὴν δυναστείαν θεός. ∆ιὸ καὶ τὰ λοιπὰ προστέθεικεν· Ὑποκάτω σου στρώσουσι σῆψιν καὶ τὸ κατακάλυμμά σου σκώληξ. Εἰς τὸν οὐρανόν φησιν ἀνελθεῖν προσδοκήσας τῆς γῆς τὸν πυθμένα κατέλαβες καὶ ἀντὶ τῆς πολυτελοῦς ἁλουργίδος ἔχεις τῶν σκωλή κων τὸ κάλυμμα, |121 a| ἀντὶ δὲ τῆς μαλακῆς στρώμνης τὴν σηπεδόνα καὶ τὸν δυσώδη ἰχῶρα. 12Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; Συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ τοῖς ἀλαζονικοῖς ἑπόμενος λογισμοῖς εἰς τὸν οὐρανὸν ἤλπισεν ἀναβήσεσθαι, ἑωσφόρον αὐτὸν καλεῖ οὐχ ὡς