43
2.t1Τόμος Βʹ 1 2.1Zach. VI, 9-11: Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Λαβὲ τὰ ἐκ
τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τω῀̣ν̣ ἐπεγνωκότων αὐτήν. Καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ἰωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος. Καὶ λήμψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. 2.2 Ὡς οὐκ ἔστιν ἐπιστημονικὰ μαθήματα εἰπεῖν ἢ παραδοῦναι μὴ σχόντα ἐπιστήμην, οὕτω οὐκ ἔστι προγνῶναι ἀληθῶς καὶ κατὰ Θεὸν ἢ προφητεῦσαι πνευματικὴν προφητείαν ἄνευ τοῦ γενέσθαι τὸν Θεοῦ λόγον πρὸς τὸν προγινώσκοντα καὶ προφητεύοντα. Γινόμενος γὰρ πρὸς τὸν τοιοῦτον ὁ τοῦ Κυρίου λόγος ὀμματοῖ καὶ φωτίζει πρὸς τὸ θεάσασθαι τὰ κάλλη καὶ μυστήρια τῆς ἀληθείας καὶ τῆς Θεοῦ σοφίας. 2.3 Οὐχ ἕτερος δ̣ὲ ὁ γινόμενος πρὸς τὸν προφήτην λόγος τοῦ Θεοῦ Λόγου ὑπάρχει, ὅστις γίνεται μὲν πρὸς τοὺς ἁγίους ἄνδρας, ἀγγέλους τε καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, πρὸς τὸν γεννήσαντα αὐτὸν Πατέρα ὢν ἀεί. Περὶ μὲν γὰρ τοῦ Πατρὸς λέγεται ὡς ἦν ὁ Λόγος πρὸς αὐτόν· «Οὗτος γάρ, φησίν, ἦν πρὸς τὸν Θεόν», Θεὸς Λόγος ὤν. 2.4 Γίνεται δέ, καὶ οὐκ ἔστιν, πρὸς τοὺς πνευματοφόρους ἄνδρας, ὢν καὶ τότε πρὸς αὐτοὺς ὅταν γένηται. Τότε γὰρ τότε καὶ θεοὶ ἔσονται πρὸς οὓς ἐπεφοίτησεν καὶ γέγονεν, ὡς αὐτὸς ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ φησὶν πρὸς τοὺς δυσχεραίνοντας ὅτι Θεοῦ Υἱὸν ἑαυτὸν εἶπεν. 2.5 Ἔχει δ' οὕτως τὸ ῥητόν· «Εἰ ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τ̣ὸν κόσμον» -ἐμὲ τὸν ταῦτα λέγοντα δηλονότι, -»ὑμεῖς λέγετε ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς τοῦ Θεοῦ εἰμι». Καὶ ἐπεὶ θεοὶ ἀποδείκνυνται πρὸς οὓς γέγονεν ὁ τοῦ Θεοῦ λόγος, Θεοῦ ῥήματα προσήκει νοεῖν καὶ ἐκλαμβάνειν ἃ ἀπαγγέλλουσιν θεοφορούμενοι οἱ μακαριώτατοι προφῆται. Τί προστάττεται εἰπεῖν πρὸς ὃν γέγονεν ὁ τοῦ Κυρίου λόγος Ζαχαρίας θεωρητέον. 2.6 «Λαβέ, φησίν, τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ τῶν χρησίμων αὐτῆς καὶ ἐπεγνωκότων» διὰ πεῖραν «αὐτήν». Τίνα δ' ἐστὶν ἃ δεῖ λαβεῖν παρὰ τῆς αἰχμαλωσίας, διδόντων αὐτὰ παρὰ τῶν ἀρχόντων καὶ χρησίμων καὶ ἐπεγνωκότων αὐτήν, ἢ τὰ ἱερατικὰ σκεύη ἃ οἱ αἰχμαλωτίζοντες εἰλήφασιν ἐκ τῆς Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ τοῦ ἐν αὐτῇ. Καὶ ταῦτα γὰρ ᾐχμαλώτισται μετὰ τοῦ λαοῦ τῶν Ἑβραίων εἰς τὴν Βαβυλῶνα παρὰ τῶν κρατούντων αὐτῆς τυραννικῶν ἀνδρῶν. 2.7 Οὐ παρὰ τῶν τυχόντων δὲ προστάττεται λαβεῖν, ἀλλ' ἢ παρὰ τῶν ἀρχόντων νομίμως ἐπιστατούντων καὶ τῶν χρησίμων τῇ αἰχμαλωσίᾳ. Οὗτοι δέ εἰσιν οἱ χρησίμως καὶ ἐπ' ὠφελείᾳ μετοικισθέντες ἀπὸ τῆς ἰδίας πατρίδος εἰς τὴν ἀλλοτρίαν γῆν, οὐ δι' ἁμαρτίας ἃς ὅλως οὐ πεποιήκασιν αὐτοί, ἀλλὰ τὰς τοῦ ἀσεβήσαντος λαοῦ. 2.8 Ὥσπερ γὰρ ἐν ἀνθρωπίνῳ πολέμῳ, μετὰ τῆς στρατιωτικῆς δυνάμεως καὶ ἰατροὶ παραλαμβάνονται πρὸς τὸ θεραπεύειν τοὺς τιτρωσκομένους στρατιώτας, οὕτως οἱ χρησίμως αἰχμαλωτισθέντες σοφοὶ πρὸς τὸ βοηθεῖν τῷ λαῷ, προτροπῆς καὶ νουθεσίας τρόπῳ, χρήσιμοι τῆς αἰχμαλωσίας εἴρηνται, ὧν ∆ανιὴλ καὶ Ἰεζεκιήλ, Ἀγγαῖός τε καὶ ἕτεροι πλείονες θεοπρόποι ἄνδρες. 2.9 Πρὸς τούτοις, καὶ ἐπεγνωκότες τί τὸ τῆς αἰχμαλωσίας τέλος ἐστίν, τὸ κατελθεῖν εἰς τὴν γῆν ἀφ' ἧς αἰχμάλωτοι ἐλήμφθησαν, ὡς ψᾶλαι εὐχαριστίας ὕμνον· «Ἐν τῷ γὰρ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» 2.10 Φέρουσι τὰ ἐκ τῆς αἰχμαλωσίας οἱ ἄρχοντες καὶ οἱ συνωνομασμένοι αὐτοῖς χρήσιμοι καὶ ε᾿̣πεγνωκότες αὐτὴν οὐ μόνον τὰ αἰσθητὰ