1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

43

τοῦτο ἀληθῶς ὄντα ἀλλ' ὡς τοῦτο εἶναι φαντασθέντα. Καὶ δεῖξαι βουληθεὶς τὴν ἀθρόαν τῆς περιφα νείας μεταβολήν, ἀπείκασεν ἑωσφόρῳ ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν πεσόντι. Εἶτα γυμνοῖ τὸν τῦφον τῶν λογισμῶν· 13Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήςομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, 14ἀνα βήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. Ταῦτα ἡμᾶς καὶ ἡ προφητεία διδάσκει τοῦ ∆ανιήλ. Πρῶτον μὲν γὰρ καὶ τὴν εἰκόνα ἐκείνην τὴν παμμεγέθη τὴν χρυσῆν τεκτηνάμενος προσκυνεῖν αὐτὴν ἐκέλευσεν ἅπαντας, τὸ θεῖον σέβας ἁρπάζων· εἶτα τοῖς γενναίοις ἐκείνοις ἔλεγεν ἀθληταῖς· «Τίς ἐστι θεὸς ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου;» Ὄρος δὲ ὑψηλὸν εἶναι λέγεται βορρᾶθεν Ἀσσυρίων καὶ Μήδων ἀπὸ τούτων τὰ Σκυθικὰ διορίζον ἔθνη, πάντων τῶν κατὰ τὴν οἰκουμένην ὀρῶν ὑψηλότατον. ∆ι' ἐκείνου πάντως ὑπέλαβεν ὡς εἰκὸς τῆς εἰς τὸν οὐρανὸν ἀνόδου κατατολμήσειν. Ταῦτα δὲ οὐχ οὗτος μόνος ἐφαντάσθη ἀλλὰ καὶ ὁ τοῦτον ταῦτα διδάξας. Καὶ τούτῳ μὲν κατὰ τύπον ἁρμόττει τῆς ἀλαζονείας τὰ ῥήματα, κατ' ἀλήθειαν δὲ τῷ ἐκ τῶν οὐρανῶν ἀληθῶς ἐκπεπτωκότι καὶ τὴν τοῦ θεοῦ προσηγορίαν ἁρπάσαντι καὶ τῶν ἀνθρώπων τοὺς πλείστους ἐξαπατήσαντι. 15Νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Ἀντὶ τοῦ· εἰς αὐτὸν τῆς γῆς τὸν πυθμένα. 16Οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσι περὶ ςοῦ· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν. Τό· παρ οξύνων τὴν γῆν, ὁ μὲν Σύμμαχος «ὁ ταράξας τὴν γῆν» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας «ὁ κλονήσας τὴν γῆν». Ὁ σείων βασιλεῖς, 17ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτῆς καθελὼν τοὺς ἐν ἐπαγωγῇ οὐκ ἠλέησεν. Τὰς μὲν γὰρ πόλεις ἐξεπόρθησε, τὴν δὲ τούτων ἐδῄωσε γῆν, τοὺς δὲ ἀνδραποδισθέντας φειδοῦς οὐκ ἠξίωσεν. Εἶτα προστίθησιν ὅτι οἱ μὲν ἄλλοι βασιλεῖς οἴκοι καθήμενοι τοῦ βίου τὸ τέλος ἐδέξ αντο , 19σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκ<κε>κεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδου. Οὐδεμία γὰρ ἔσται σοῦ καὶ τῶν ἄλλων διαφορά· παρα πλησίως γὰρ τοῖς ἄλλοις ὁπλίταις ἐπὶ τῆς γῆς ἐρριμμένος οἰωνοῖς καὶ θηρίοις βορὰ ἔσῃ. Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον 20οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Καὶ τὴν αἰτίαν διδά σκει· ∆ιότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκ τεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Πρὸς αὐτὴν λέγει τὴν βασιλείαν, οὐ πρὸς τὸν βασιλέα μόνον. Πῶς γὰρ οἷόν τε ἦν ἄνθρωπον ὄντα εἰς αἰῶνα βιῶναι; Ἀλλὰ τὴν τῆς βασιλείας προλέγει κατάλυσιν. Λαὸν δὲ αὐτοῦ τὸν Ἰσραὴλ ὀνομάζει καὶ τὴν γῆν αὐτοῦ ὡσαύτως τὴν ἐκείνου γῆν. Ἐκείνη γὰρ εἶχε τὸν θεῖον νεών. Τὰ γὰρ μηδέπω αὐτὸν ἔθνη ἐπεγνωκότα οὐκ ἂν αὐτοῦ κυρίως κληθείη λαός. Σπέρμα πονηρόν, 21ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ κληρονομήσωσι τὴν γῆν καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ταῦτα πρὸς αὐτὸν τὸν Ναβουχοδονόσορ λέγει· οἱ γὰρ τὴν ἐκείνου διαδεξάμενοι βασιλείαν ὑπὸ Μήδων καὶ Περσῶν κατελύθησαν. ∆ιδάσκει ταῦτα ἡμᾶς καὶ ἡ τοῦ θειοτάτου ∆ανιὴλ προφητεία· τοῦ γὰρ Βαλτάσαρ κατὰ τῶν ἱερῶν μανέντος σκευῶν ἡ γραφὴ αὕτη ἐφάνη ἐν τῷ τοίχῳ· «θεκὲλ φαρὲς μανή», εἶτα ἑρμηνεύων ὁ θεσπέσιος ∆ανιὴλ ἔφη· «∆οθήσεται ἡ βασιλεία σου Μήδοις καὶ Πέρσαις.» 22Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει κύριος Σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα, λέγει κύριος. Τουτέστιν· ὄλεθρον αὐτῶν καταψηφιοῦμαι παντελῆ. Εἶτα πάλιν προλέγει τῆς Βαβυλῶνος τὴν ἐρημίαν· 23Ἔσται γάρ φησιν εἰς οὐθέν, καὶ θήσω αὐτὴν πηλοῦ βάρα θρον εἰς ἀπώλειαν. Ἀντὶ τοῦ· τῶν ἐπιφερομένων οὐκ ἀπαλλαγήσεται συμφορῶν. Ἀπεικασθήσεται γὰρ τοῖς εἰς πηλοῦ βάραθρον ἐμπεπτωκόσι καὶ ἀνασπασθῆναι μὴ δυνηθεῖσιν. Ἔστι μέντοι ἰδεῖν καὶ κατὰ τὸ ῥητὸν τὴν τῆς προφητείας ἀλήθειαν· τοῦ γὰρ Εὐφράτου διῶρυξ μέσην αὐτὴν διατέμνει, ἐκ δὲ ταύτης ἡ ἀρδεία πάσῃ τῇ περὶ αὐτὴν προσφέρεται χώρᾳ· τῶν γεωργούντων τοίνυν