1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

44

ἀναιρεθέντων καὶ τῶν ὑδάτων ὡς ἔτυχε φερομένων, πηλοῦ βάραθρον ἀναγκαίως ἐγένετο. Τάδε λέγει κύριος Σαβαὼθ 24λέγων· Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως ἔσται. Καὶ .................... |121 b| οὐδέν με πείσει μὴ ἐπιθεῖναι τοῖς εἰρημένοις τὸ πέρας. 25Τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα. Καὶ ἐντεῦθεν δῆλον ὡς τοὺς αὐτοὺς καὶ Ἀσσυρίους καὶ Βαβυλωνίους καλεῖ. Πάλιν γὰρ τὸν Ναβουχοδονόσορ καταλιπὼν καὶ τοὺς ἐξ ἐκείνου φύντας καὶ τῆς βασιλείας ἐκπεπτωκότας ἐπὶ τὸν Σεναχηρὶμ ἐπανή γαγε τὸν λόγον· ἡ γὰρ ἐκείνου στρατιὰ πολιορκοῦσα τὴν Ἱερουσαλὴμ τὸν πολυθρύλητον ἐκεῖνον ὑπέμεινεν ὄλεθρον. Καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν ἀφαιρεθήσεται. Ζυγὸν τὴν δου λείαν καλεῖ· αὕτη γὰρ τοῖς ὑπηκόοις ζυγοῦ δίκην ἐπίκειται. 26Αὕτη ἡ βουλὴ ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ <ἡ> ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη. Ἡ γὰρ Ἀσσυρίων καὶ Βαβυλωνίων κατάλυσις τῶν ἐθνῶν ἦν ἁπάντων παραψυχή, ἐπειδὴ κατὰ πάντων τῶν τὴν Ἀσίαν καὶ τὴν Αἴγυπτον οἰκούντων εἶχον τὸ κράτος. Καὶ οἱ τὴν Εὐρώπην δὲ οἰκοῦντες τὴν ἀθρόαν τούτων μανθάνοντες μεταβολὴν ὄνησιν ἐντεῦθεν ἐδέχοντο. 27Ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; Καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τοῦτο καὶ διὰ τοῦ μακαρίου Μωυσέως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ἐνταῦθα συμπεράνας τὴν κατὰ Βαβυλῶνος πρόρρησιν πρὸς τοὺς Ἀλλοφύλους τρέπει τὸν λόγον. Τοὺς δὲ Ἀλλοφύλους Φυλιστιὶμ ἡ Ἑβραία φωνὴ καλεῖ, ἐξελληνιζόμενον δὲ τὸ ὄνομα τὴν Παλαιστίνην δηλοῖ. Τούτους οἱ Ἑβδομήκοντα Ἀλλοφύλους καλοῦσιν ὡς γειτονεύοντας μὲν τοῖς Ἰουδαίοις, ἀλλογενεῖς δὲ ὄντας καὶ κατὰ τὴν συγγένειαν Ἰουδαίοις οὐ κοινωνοῦντας. Φησὶ τοίνυν ὁ προφητικὸς λόγος· 28Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ Ἄχαζ ὁ βασιλεὺς ἐγενήθη τὸ ῥῆμα τοῦτο. ∆ιὰ τούτων ἐσήμανε τὸν τῆς προφητείας καιρόν. 29Μὴ εὐφρανθείητε πάντες Ἀλλόφυλοι, ὅτι συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. ∆υσσεβὴς ὁ Ἄχαζ γενόμενος τῆς θείας ἐπικουρίας οὐκ ἔτυχεν. Τούτου χάριν εὐχείρωτος πᾶσι τοῖς πλησιοχώροις ἐγένετο, καὶ οὐ μόνον αὐτὸν αἱ δέκα φυλαὶ μετὰ τῶν Σύρων κατεπολέμησαν, ἀλλὰ καὶ Ἀλλόφυλοι πρὸς τοῖς ἄλλοις πολλὰς αὐτοῦ πόλεις καὶ κώμας διήρπασαν. Ἥσθησαν δὲ ὅμως τούτου μεμαθηκότες τὴν τελευτήν, πάσας ἐλπίσαντες λήψεσθαι τῶν Ἰουδαίων τὰς πόλεις. Τούτοις ὁ προφητικὸς παρακελεύεται λόγος μὴ ἡσθῆναι, ὡς τῆς καταγωνιζομένης αὐτοὺς βασιλείας παντελῶς καταλυθείσης διὰ τὴν τοῦ Ἄχαζ ἀσέβειαν. Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Ὁ θαυ μάσιος Ἐζεκίας εὐσεβὴς γενόμενος καὶ τῆς θείας διὰ τοῦτο ῥοπῆς ἀπολαύσας ἔπαυσε τὴν τῶν Ἀλλοφύλων θρασύτητα. Τοῦτον ἔκγονα ἀσπίδων καλεῖ οὐχ ὡς τὴν ἐκείνων πονηρίαν μιμούμενον ἀλλ' ὡς τοῖς Ἀλλοφύλοις τοιαύτην ἐπενεγκόντα πληγήν. 30Καὶ βοσκηθήσονται πτωχοὶ διὰ κυρίου, πένητες δὲ ἄνθρωποι ἐπ' εἰρήνης ἀναπαύσονται. Οἱ νῦν φησι παρ' ὑμῶν ὡς εὐτελεῖς καταφρονούμενοι Ἰουδαῖοι ὑπὸ τοῦ θεοῦ ποιμανθήσονται καὶ τῶν ἐπιόντων ἀπαλλαγήσονται λύκων καὶ ἐν εἰρήνῃ διατελέσουσιν. Σημαίνει δὲ διὰ τούτων τὴν τῶν Ἀσσυρίων ἀπαλλαγήν. Ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Ἐνδείᾳ σε καὶ λιμῷ κατατήξει καὶ τῷ οἰκτίστῳ παραδώσει θανάτῳ. ∆ιὰ δὲ τούτων τὴν πολιορκίαν σημαίνει τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην. ∆ηλοῖ δὲ καὶ τὰ ἑξῆς· 31Ὀλολύζετε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τετα ραγμέναι, οἱ Ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται καὶ οὐκ ἔ<σ>τι τοῦ μεῖναι ἐν τοῖς συντεταγμένοις αὐτοῦ. Αἱ πύλαι οὔτε λογικαί εἰσιν οὔτε ἔμψυχοι· διὰ τῶν πυλῶν τοίνυν τοὺς ἐπὶ τῶν πυλῶν ἑστῶτας καὶ τὰ ἐπιόντα κακὰ θρηνοῦντας αἰνίττεται. Καπνὸν δὲ ἀπὸ βορρᾶ ἐρχό μενον τὸν Ἀσσύριον λέγει, οὗ ἐπιόντος οὐδεὶς ἀντιπαρα