1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

45

τάξεται· τοὺς γὰρ συντεταγμένους διαλύσει τὸ δέος. 32Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι κύριος ἐθεμελίωσε τὴν Σιών, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ αὐτοῦ. |122 a| Ἀλλὰ πάντων ὑμῶν ἁλισκομένων ἡ Σιὼν ἀπονητὶ περιέσται τῶν πολεμούντων, καὶ δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων ὡς ὁ τῶν ὅλων αὐτῆς κύριος προμηθεῖται καὶ τῶν ἐπιόντων αὐτὴν ἀπαλλάττει κακῶν διὰ τὴν τῶν οἰκητόρων εὐσέβειαν. Οὕτω συμπ εράνας καὶ τῶν Ἀλλοφύλων τὴν πρόρρησιν Μωαβίταις προλέγει τὰ ἐσόμενα· 151Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Νύκτα καλεῖ ὡς οἶμαι τῶν συμβησομένων τὴν ἄγνοιαν ἢ τῆς ἀσεβείας τὸν ζόφον. Εἰκὸς δὲ καὶ ἐν νυκτὶ γενέσθαι τὴν τῆς πόλεως ἅλωσιν. Μωαβῖται δὲ ἀπὸ τοῦ Λὼτ τὸ γένος κατάγουσιν· μητρόπολιν δὲ εἶχον τὴν νῦν καλουμένην Χαραχμωβάν. 2Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Ἀπολεῖται δὲ καὶ ∆εβών, οὗ ὁ βωμὸς ὑμῶν ᾠκοδομήθη. ∆εβὼν πόλις ἦν καὶ αὐτὴ ὑπ' ἐκείνην τελοῦσα· Χαμὼς δὲ τῶν Μωαβιτῶν τὸ εἴδωλον ᾧ τὸν βωμὸν ᾠκοδόμησαν. Ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ καὶ Μηδαβὰ τῆς Μωαβίτιδος. Πόλεις ἦσαν καὶ αὗται· ἡ δὲ Μηδαβὰ κώμη νῦν ἐστι τῆς Ἀραβίας μεγίστη. Λέγει δὲ αὐτοὺς παρὰ τὸν βωμὸν κλαίειν κωμῳδῶν αὐτῶν τὰς ἀνοήτους θυσίας. Εἶτα ὀλολύζειν παρακελεύεται καὶ τῷ κομμῷ τοὺς βραχίονας αἱμάττειν καὶ τῇ τοῦ σάκκου περιβολῇ δεικνύναι τὸ πένθος καὶ ἐν οἰκίαις καὶ ἐν ἀγυιαῖς ὀλοφύρεσθαι ὡς τῆς Ἐσεβὼν καὶ τῆς Ἐλεηλὰ ἀναστάτων γεγενημένων καὶ μέχρι τῆς Ἰασὰ διαδραμόντος τοῦ θρήνου. 4∆ιὰ τοῦτο ἡ ὀσφῦς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται, 5ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ. ∆ιὰ τῆς ὀσφύος τὴν δειλίαν ἐδήλωσε, διὰ δὲ τῆς ψυχῆς καὶ τῆς καρδίας τὸ πένθος. Ἐπειδὴ γὰρ ἡ ὀσφῦς δέχεται τὴν ζώνην, ἡ ἐκείνης λύσις τὴν δειλίαν δηλοῖ, ἐπεὶ καὶ τὴν ἀνδρείαν πάλιν δι' ἐκείνης σημαίνει. «Ζῶσαι» γάρ φησιν «ὡς ἀνὴρ τὴν ὀσφῦν σου», καὶ πάλιν· «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι», καὶ ἑτέρωθι· «Ζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ». Ἕως δὲ τῆς Σηγὼρ ἔφη διελθεῖν τὴν τοῦ θρήνου βοήν. ∆άμαλις γάρ ἐστι τριετής. Τὸ ἄτακτον αὐτῆς διὰ τούτων ᾐνίξατο· θρασεῖα γὰρ καὶ ἄτακτος ἡ τοιαύτη δάμαλις. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουὶθ κλαίοντες ἀναβήσονται πρὸς σὲ ἐν τῇ ὁδῷ Ἀρωνιείμ. Τόπων καὶ ταῦτα ὀνόματα δι' ὧν λέγει παραγίνεσθαι τοὺς τὰ λυπηρὰ προση μαίνοντας. Εἶτα παρακελεύεται αὐτῇ βοᾶν καὶ ὀδύρεσθαι τὸν τῶν πόλεων ὄλεθρον καὶ τὴν τῶν πραγμάτων μεταβολήν, καὶ ὅτι 6Τῆς Νεμερὴξ τὸ ὕδωρ ξηρανθήσεται καὶ ὁ χόρτος πᾶς ἐκλείψει. ∆υνατὸν δὲ καὶ τροπικῶς ταῦτα νοῆσαι καὶ χόρτον χλωρὸν καὶ ὕδωρ ἀναβλύζον τὴν εὐημερίαν καλέσαι· εἰκὸς δὲ καὶ ταῦτα οὕτω συμβῆναι. Εἶτα ἀπειλεῖ καὶ τῶν Ἀράβων τὴν παρεμβολήν· Ἄραβαςδὲ κἀνταῦθα τοὺς Ἰσμαηλίτας καλεῖ. 8Συνῆψε γὰρ ἡ βοὴ τοῦ ὁρίου τῆς Μωαβίτιδος τῇ Ἀγαλιίμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλίμ. Πᾶσά φησι πόλις τὰ οἰκεῖα θρηνήσει κακὰ καὶ οἷά τις συναυλία θρήνων γενήσεται. Ἔπειτα προλέγει τῶν ἀναιρουμένων τὸ πλῆθος· τοσοῦτον γάρ φησιν ἔσται ὡς καὶ τὸ ὕδωρ τὸ Ῥεμμὼν κραθήσεσθαι τῷ αἵματι τῶν Ἀράβων ἐπιόντων καὶ τὸν φόνον ἐργαζο μένων. 9Καὶ ἀρῶ τὸ σπέρμα Μωάβ, καὶ Ἀριὴλ καὶ τὸ κατά λοιπον Ἀδαμά. 161 Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Ἀριὴλ ἡ νῦν καλουμένη Ἀρεόπολις, Ἀδαμὰ δὲ ἄλλη τιςἦν ὁμώνυμος τῇ πάλαι μετὰ τῶν Σοδομιτῶν δεξαμένῃ τὸν ὄλεθρον. Τοὺς ἐκ τούτων αἰχμαλώτους εἰς γῆν κύπτειν ἠναγκασμένους τοῖς ἐπὶ γῆς ἕρπουσιν εἰκότως ἀπείκασεν. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος τῆς θυγατρὸς Σιών; Οὐκ ἐπετώθαζές φησι τῇ Ἱερουσαλήμ, ὄρος αὐτὴν ἀποκαλοῦσα ξηρόν; Μάθε τοίνυν διὰ τῶν πραγμάτων ὡς ἐκείνη μὲν τοῦ Ἀσσυρίου τὰς χεῖρας διέφυγε, μᾶλλον δὲ τὴν ἐκείνου κατηνάλωσε στρατιάν, σὺ δὲ 2ἔσῃ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος. Ὥσπερ γὰρ οἱ τῶν γεγεννηκότων ἔρημοι νεοττοὶ εὐχείρωτοι λίαν εἰσίν, οὕτω καὶ σὺ εὐάλωτος ἔσῃ, τῆς ἐμῆς προνοίας οὐκ ἀπολαύουσα. Ἔπειτα δὲ Ἀρνὼν πλείονα 3βουλεύου· μείζοσι γὰρ καὶ σὺ