1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

46

μὲν πρακτικοὶ χεῖρες τυγχάνουσιν, πόδες «οἱ τῇ σπουδῇ μὴ ὀκνηροί», ὀφθαλμοὶ οἱ κατὰ τὸν νοῦν διορατικοί, κεφαλὴ οἱ νομίμως ἐπιστατοῦντες ἄρχοντες ὡς δεῖ. 2.29 Οἱ ὄντες οὕτω κεφαλὴ καὶ ὀξυωποῦσιν καὶ ἀκούουσι τῶν παραβολῶν Ἰησοῦ, καὶ ἐπεὶ πολλοί εἰσιν οἱ οὕτως ἀλληγορικῶς κεφαλὴ καλούμενοι, δι' ὃν ἔχουσιν πρακτικὸν καὶ θεωρητικὸν βίον, ἀκολούθως τοὺς πάντας στεφάνους δέχεται ἡ τοῦ μεγάλου ἱερέως κεφαλή. Μέγας δὲ ἱερεὺς καὶ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ γράφεται οὕτως· «Ἔχοντες οὖν ἱερέα μέγαν Ἰησοῦν τὸν διεληλυθότα τοὺς οὐρανούς, κρατῶμεν τῆς ὁμολογίας.» 2.30 Καὶ παράδοξον οὐδὲν ἑνὸς ἀνδρὸς κεφαλὴν δέχεσθαι τοὺς ὅλους στεφάνους. Εἰ γὰρ ἑκάστης ἀρετῆς, μᾶλλον δὲ ἑκάστη ἀρετὴ στέφανός ἐστιν, ὁ τέλειος δὲ πάσας ἔχει τὰς βελτίστας ἕξεις, ἀντακολουθουσῶν τῶν ἀρετῶν ἑαυταῖς, ὁ πάσας ἔχων πολλοὺς ἀναδεῖται στεφάνους, προηγουμένως μὲν ὁ ἀναλημφθεὶς ὑπὸ τοῦ Θεοῦ Λόγου ἄνθρωπος, ἔπειτα οἱ μιμηταὶ αὐτοῦ καὶ αὐτοὶ προσαγορευόμενοι χριστοὶ διὰ τὸ μέτοχοι εἶναι περὶ οὗ εἴρηται· «Χριστὸς Θεοῦ σοφία καὶ δύναμ̣ις̣.» 2.31Zach. VI, 12-15: Καὶ ἐρεῖς πρὸς αὐτόν· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου· καὶ αὐτὸς λήμψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων. 2.32 Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου. Καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου. Καὶ ἐπιγνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. 2.33 «Ἐρεῖς», φησίν, «πρὸς αὐτόν», δηλονότι τὸν υἱὸν Σοφονίου· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ». Λέγεται δὲ ταῦτα περὶ τοῦ ἐπιδημήσαντος Σωτῆρος ἡμῶν, ἀνδρὸς μὲν ὄντος κατὰ τὸν τεχθέντα ἐκ Μαρίας, ναὸν τοῦ Θεοῦ Λόγου, ὄντος δὲ φωτὸς ἀληθινοῦ καὶ δικαιοσύνης ἡλίου. 2.34 Συνᾴδει τῷ προκειμένῳ τὸ εἰρημένον ἐν τῷ προφήτῃ Ἰερεμίᾳ ἔχον οὕτως· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύων βασιλεύσει καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις.» 2.35 Ὁ γὰρ ἀνιστάμενος ἐκ τοῦ ∆αυὶδ ἀνατολὴ δικαία ὁ δεικνύμενός ἐστιν πρὸς τοῦ ἱεροφάντου ἐν τῷ· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» Τοῦτον αὐτὸν τὸν ἄνδρα ἀνατολὴν προσαγορευόμενον διὰ τὸ δικαιοσύνης ἥλιον ὑπάρχειν, ἐκ τοῦ ∆αυὶδ ἀνατολὴ δικαία ἀναστᾶσα, οὐχ ἕτερον ὑπάρχειν φαμὲν τοῦ γεναμένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα, περὶ οὗ ὁ ἱεροκῆρυξ Ἠσαΐας προφητικῶς βοᾷ· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» 2.36 Τὰ αὐτὰ τῷ προ̣φήτῃ ἐπιστέλλει ὁ Ἀπόστολος τάδε γράφων τῷ «γνησίῳ» μαθητῇ ἑαυτοῦ Τιμοθέῳ· «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ σπέρματος ∆αυίδ.» 2.37 Ταῦτα γὰρ τὰ ἐκτεθέντα ῥητὰ δηλοῖ τὸν ἐκ τῆς ἀχ̣ράντου παρθένου τεχθέντα δεῦρό τε φοιτήσαντα ἵνα κληθῇ ὄνομα αὐτῷ· «μεθ' ἡμῶν ὁ Θεός». Τοῦτο γὰρ ἀποσημαίνει μεθε̣ρ̣μηνευόμενον τὸ Ἐμμανουήλ. Σύμφωνα τούτοις ὑπάρχε̣ι καὶ τὰ ὑπὸ τοῦ μεγάλου πατριάρχου προαναφωνηθέντα ἐν ταῖς περὶ τοῦ Ἰούδα εὐλογίαις ἔνθεν ἀρχόμενα· «Ἰούδα, σὲ αἰν̣έσαισαν οἱ ἀδελφοί σου. Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρω῀̣ν σου, καὶ προσκυνήσουσίν σε πάντες οἱ υἱοὶ τοῦ π̣ατρός σου. Σκύμνος λέοντος, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.» 2.38 Πῶς γὰρ οὐκ ἐκ β̣λαστοῦ ἀνέτειλεν ὁ