1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

47

ἄνευ ἀνδρὸς ἐξ ἀχράντου παρθένου τεχθείς; Παρίσταται ἡ μεγαλειότης καὶ ὑπεροχὴ αὐτοῦ τῷ ὑμνεῖσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ υἱῶν τῆς μητρὸς τῆς ἰδίας. ∆είκνυται δὲ καὶ τροπαιοῦχος βασιλεὺς ὑπάρχων ἐκ τοῦ ἐπὶ νώτου τῶν ἐχθρῶν ἑαυτοῦ τὰς χεῖρας ἔχειν εἰς φυγὴν τραπέντων. 2.39 Συνᾴδει τοῖς γραφεῖσι περὶ ἀναστάσεως τοῦ ὑμνουμένου καὶ τὸ ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ ὑπὸ Θεοῦ ἐπαγγελλόμενον, λέγοντος πρὸς οὓς εὐεργετῆσαι καὶ σῶσαι βούλεται· «Ἀναστήσω ὑμῖν ποιμένα ἕνα, τὸν δοῦλόν μου ∆αυίδ», τὸν εἰρηκότα ἐν Εὐαγγελίῳ· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ καλὸς ποιμὴντὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων», ὧν ἐστιν ἀγελάρχης καὶ νομεὺς ἄριστος, προκινδυνεύων αὐτῶν· 2.40 ἀποθνῄσκει γάρ, «χάριτι Θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου», ἵνα, ζῶντας αὐτοὺς ἀποδείξας, δόξαν Κυρίου παντοκράτορος παράσχῃ. Περὶ αὐτοῦ γὰρ θεσπίζων Μιχαίας ὁ ἅγιος προφήτης, τρόπῳ ὑμνῳδίας προανεφών̣η̣σεν φήσας· «Καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν ὀνόματι Θεοῦ παντοκράτορος αὐτῶν ὑπάρξουσιν», μετέχοντες δηλαδὴ τοῦ εἰπόντος τῷ ἱεροφάντῃ Μωϋσεῖ· «Ἐγώ εἰμι ὁ ὤν.» 2.41 Ὥσπερ δὲ ποιμὴν ἄριστο̣ς, ὁ ἱκανὸς τῇ χειρὶ ἀληθινὸς ὢν ∆αυίδ, ἀνέστη ἐπὶ τῷ νέμειν τὰ πρόβατα τὰ τῆς φωνῆς Ἰησοῦ ἀκούοντα, «πρόβατα τῆς χειρὸς» τοῦ Ἰησοῦ καὶ «λαὸς τῆς νομῆς αὐτοῦ» ὑπάρχοντα, οὕτω ἄριστος στρατηγὸς ἀποσταλεὶς εὐδοκίᾳ Πατρὸς ὁ ἐκ βλαστοῦ ἀνατείλας ὡς ὑπόγυον ἐλέχθη, εἰς φυγὴν τοὺς πολεμίους φοβηθέντας τρέψας, τὰς χεῖρας ἐπαγαγὼν τῷ νώτῳ αὐτῶν. 2.42 Ὑμνεῖται καὶ δοξολογεῖται ὑπὸ τῶν ἰδίων ἀδελφῶν πρωτότοκος αὐτῶν ἀποδειχθείς, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν· «Οὓς προέγνω καὶ προώρισεν», ὁ Θεὸς δηλαδή, «συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς»· περὶ ὧν τῷ Θεῷ ὁ πρωτότοκός φησιν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.» 2.43 Λέγεται δὲ ταῦτα περὶ τοῦ δοξολογουμένου ὄντος ἐκ τοῦ ᾿Α̣βραὰμ καὶ ∆αυίδ, ὡς ὁ Ματθαῖος γράφει· «Βίβλος γενέσεως [ ̓Ιησοῦ Χριστοῦ υἱοῦ ∆αυὶδ υἱοῦ Ἀβραάμ.» 2.44 Καταλλήλως τοῖς αἰνοῦσιν αὐτὸν ἀδ̣ελφοῖς, καὶ οἱ τῆς μητρὸς αὐτοῦ υἱοί, δῆλον δ' ὅτι τῆς ἄνω Ἰερουσαλήμ, προσκυνοῦσιν αὐτὸν «ἐν πνεύματι καὶ ἀληθείᾳ», τῷ αὐτῷ τρόπῳ τοῖς ἀγγέλοις περὶ ὧν εἴρηται· «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» 2.45 Κατώρθωνται δὲ πᾶσαι αἱ ἀριστεῖαι, τέλος λαβούσης τῆς ὧδε ἐχούσης προφητείας· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» 2.46 Ἰσοδυναμούντως τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἀνίστασθαι τὸν ἄρχοντα τῶν ἐθνῶν πάντων, καὶ τὸ ἀρτίως εἰρημένον ἔχει τοῦ Ἰερεμίου ῥητόν. Ταὐτὸν γὰρ τῷ «ἀνίστασθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὸν βασιλέα τῶν ἐθνῶν», τό· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αυὶδ ἀνατολὴν δικαίαν, βασιλεύοντα βασιλέα, οὗ ἐν ταῖς ἡμέραις σωθήσεται» ὁ ἐξομολογούμενος, «Ἰούδας» Ἑβραίων φωνῇ καλούμενος, καὶ ὁ νοῦς ὁρῶν Θεόν, «Ἰσραὴλ» προσαγορευόμενος, «κατασκη̣νώσει πεποιθώς», κατὰ τὸ λεγόμενον ὑπὸ τῶν ἀνθομολογουμένων τῷ πάντων δεσπότῃ· «Ἐλέησον ἡμᾶς, Κύριε, ὅτι ἐπί σοι πεποίθαμεν.» Περὶ παντὸς τοῦ οὕτω θαρραλέως καὶ ἀνδρείως ἑστηκότος γέγραπται· «Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» 2.47 Τί δὲ κληθήσεται ὄνομα τῷ ἀναστάντι ἐκ τοῦ ∆αυὶδ βασιλεύοντι βασιλεῖ, συνήσαντι ἀναπαέντος ἐπ' αὐτὸν Πνεύματος τοῦ Θεοῦ-σοφίας καὶ συνέσεως πνεῦμα τυγχάνον, - ποιήσαντι κρίμα καὶ δικαιοσύνην ἐπὶ τὴν γῆν, ἢ τὸ «Ἰωσεδὲκ ἐν τοῖς προφήταις»; Ἑρμηνεύεται τὸ «Ἰωσεδὲκ» δικαιοσύνη ἐν τοῖς προφήταις οὖσα, προθεσπίζουσιν αὐτῆς τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, κατὰ τὸ ἐν ὕμνοις ἀπαγγελλόμενον ὅπου μέν· «∆ικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν», ὅπου δέ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνην». 2.48