47
μισθωτῷ ἀπείκασε τὸν ὡρισμένον ἀναμένοντι χρόνον καὶ ψυχαγωγουμένῳ τῇ ἐλπίδι τοῦ τέλους. Μετὰ μέντοι τὸν ὡρισμένον χρόνον οὐ τὴν παλαιὰν αὐτῇ ἐπαγ γέλλεται εὐπραξίαν ἀλλ' ὀλίγους οἰκήτορας καὶ τούτους οὐκ ἄρχοντας· καταλειφθήσεται γὰρ ὀλιγοστὴ καὶ οὐκ ἔντιμος. Ταῦτα τοίνυν εἰδότες ἐξιλεωσώμεθα τὸν κριτὴν τῇ τῶν ἐντολῶν αὐτοῦ φυλακῇ καὶ προφθάσωμεν τὸ πρόςωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα διαφύγωμεν αὐτῶν τῶν λυπηρῶν τὴν πεῖραν καὶ ὑπ' αὐτοῦ κυβερνώμενοι τόν τε παρόντα ἐξ οὐρίων διαπλεύσωμεν βίον καὶ εἰς τοὺς ἀπηνέμους αὐτοῦ καθορμίσωμεν λιμένας ἀνυμνοῦντες αὐτὸν καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ καὶ τὸ πανάγιον πνεῦμα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 6 ΤΟΜΟΣ ῃʹ 171 Τὸ ῥῆμα τὸ κατὰ ∆αμασκοῦ. Ἴσως ἄν τις ζητήσειε, τί δήποτε τὰ συμβησόμενα Βαβυλωνίοις καὶ Μωαβίταις, ∆αμασκηνοῖς τε καὶ Αἰγυπτίοις καὶ Ἰδουμαίοις καὶ Τυρίοις προειρηκὼς ὁ προφήτης τἆλλα καταλέλοιπεν ἔθνη. Χρὴ τοίνυν εἰδέναι ὡς ταῦτα τὰ ἔθνη συνεχῶς κατεπολέμει τὴν Ἰουδαίαν· καὶ τούτου χάριν ὁ προφήτης, ἅτε δὴ Ἰουδαίων προφήτης, τὰς τούτων συμφορὰς προθεσπίζει, ἐνίων δὲ προλέγει καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τὴν ἐσομένην εὐσέβειαν, ὥστε καὶ ταύτῃ παραθῆξαι τοὺς ὁμοφύλους εἰς τὴν περὶ τὰ θεῖα σπουδήν. Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεως καὶ ἔσται εἰς πτῶσιν. Θεγλαθφαλσὰρ αὐτὴν πολιορκήσας καὶ τοὺς μὲν ἀνελὼν τοὺς δὲ ἐξανδραποδίσας ἑτέρους εἰς αὐτὴν ἀποίκους ἐξέπεμψεν. Ἐπεστράτευσε δὲ τοῦ Ἄχαζ ἔτι περιόντος. Ἐπισημήνασθαι γὰρ καὶ τοῦτο δεῖ, ἐπειδὴ τῆς τοῦ Ἄχαζ ἐμνημόνευσε τελευτῆς. Ἐβουλήθη γὰρ τὴν κατ' ἐκεῖνον ἱστορίαν τε καὶ προφητείαν πληρῶσαι, εἶθ' οὕτω τὰ κατὰ τῶν ἄλλων ἐθνῶν παραθεῖναι θεσπίσματα. 2Καταλελειμμένη εἰς τὸν αἰῶνα εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκόλων, καὶ οὐκ ἔσται ὁ διώκων· 3καὶ οὐκ ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν ἐκεῖ τὸν Ἐφραίμ· οὐκέτι ἔσται βασιλεία ἐν ∆αμασκῷ. Τό· εἰς τὸν αἰῶνα, οὐ τῇ ἐρημίᾳ τῆς πόλεως ἀλλὰ τῇ βασιλείᾳ συνήρμοσται. Οἰκεῖται μὲν γὰρ ἡ ∆αμασκός, οὐ μὴν βασιλεύει ἀλλὰ βασιλεύεται, ἔρημος δὲ ἐπὶ πλεῖστον ἐγένετο· ἀλλὰ πάλιν ἀνῳκοδομήθη καὶ πλείστους ἔσχεν οἰκήτορας, οὐ μὴν τὴν προτέραν εὐπρα ξίαν ἀπέλαβεν. Πάλαι γὰρ τῆς Συρίας πάσης προὐκάθητο· αὐτὴ γὰρ εἶχε τὰ τοῦ βασιλέως τῶν Σύρων βασίλεια. Ὅθεν ἐπάγει· Καὶ τὸ κατάλοιπον τῶν Σύρων ἀπολεῖται. Ἀντὶ τοῦ αἰχμάλωτον ἔσται· ἐκοινώνησαν γὰρ τῇ μητροπόλει τῆς συμφορᾶς αἱ ὑπήκοοι πόλεις. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ τὸν ἀφιερωμένον μοι λαόν, τὸν πολυθρύλητον Ἰσραήλ, διὰ τὴν ἀσέβειαν παρέδωκα, πῶς ἂν δικαίως ἐφεισάμην τῆς παντελῶς ἀρνουμένης με; Τί δὲ πείσεται ὁ Ἰσραήλ, διὰ τῶν ἐπαγομένων δηλοῖ· 4Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. Μετὰ γὰρ τὴν ἅλωσιν τῆς ∆αμασκοῦ τὰς δέκα φυλὰς ἀπῴκισαν οἱ Ἀσσύριοι. Εἶτα τῆς κατ' αὐτῶν νίκης τὴν εὐκολίαν διδάσκει· 5Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα ἐν τῷ βραχίονι αὐτοῦ καὶ σπέρμα σταχύων ἀμῆται. Καθάπερ φησὶν ὁ γεωργὸς μάλα ῥᾳδίως θερίζει καὶ ταῖς ἀγκάλαις τὸ δρ άγμα συνάγει, οὕτω λίαν εὐπετῶς οἱ Ἀσσύριοι τῶν δέκα φυλῶν περιέσονται. Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀστάχυας ἐν φάραγγι στερεᾷ 6καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥᾶγες τρυγηθείσης ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν τῶν μετεώρων καταλειφθῶσιν. Ὀλίγοι φησὶν τὰς τῶν δυσμενῶν διαφεύξονται χεῖρας, καθάπερ τινὲς εὐτελεῖς καὶ εὐαρίθ μητοι ἐλαῖαι διαφεύγουσι τοὺς τρυγῶντας διὰ τὸ ἐν τοῖς ἄκροις μετεωρισθῆναι τῶν κλάδων ὑπ' ἐκείνων καταφρο νούμεναι ἢ καλάμη τις ἐν φάραγγι ὀλίγῃ στερεᾷ τε καὶ δια β όρῳ καταλιμπανομένη. Σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τοῖς παρακειμένοις διαφεύγοντας ὄρεσι καὶ τούτῳ τῷ τρόπῳ τὴν σωτηρίαν ποριζομένους. Τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· 7Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν