49
τόδε ῥητέον· ἐκ δεξιῶν τοῦ Πατρὸς τοῦ Υἱοῦ καθίσαντος, ὑποκάτω αὐτοῦ «οἱ ἐχθροὶ ἐτέθησαν δίκην ὑποποδίου», οἵτινες, ὠφεληθέντες ἐκ τοῦ ὑπὸ τοὺς πόδας γεγονέναι, ἀνέτειλαν ὡς φῶς καὶ γενήματα. 2.60 Ὁ ὑποκάτω ἀνατείλας τοῦ θεολογουμένου «οἰκοδομήσει τὸν τοῦ Κυρίου οἶκον», τὴν Ἐκκλησίαν τοῦ ζῶντος Θεοῦ, μάλιστα ὁ ὑποκάτω τοῦ Θεοῦ Λόγου κατὰ τὴν ἐπιδημίαν ἀνατείλας ἄνθρωπος. Ἀλλὰ καὶ οἱ κατὰ τὰς ἑτέρας ἀποδόσεις ὑποκάτωθεν ἀνατείλαντες, ὑπήκοοι τοῦ παμβασιλέως καὶ ἀγαθοῦ διδασκάλου, εἰς πράξεις μεταβαλόντες τὰς ἐντολὰς τοῦ κρατοῦντος αὐτῶν καὶ παιδεύσαντος, ᾠκοδόμησαν τὸν βίον αὐτῶν οἷα οἶκον ἐπὶ τὴν πέτραν τὸν Χριστόν, ἐγκαταβαλόμενοι τὰς κρηπίδας καὶ θεμελίους τοῦ οἴκου ἐπὶ τὴν στερεὰν καὶ ἀκατάλυτον εἰς τὴν Τριάδα πίστιν, πέτραν ω᾿̣νομασμένην πρὸς τὸν ὁμολογήσαντα αὐτὴν πρὸς τοῦ ὁμολ̣ογηθέντος, κατὰ τὸ οὕτω λεχθέν· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τ̣ῃ῀̣ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ μ̣ὴ κατισχύσουσιν αὐτῆς.» 2.61 Ἀλλὰ καὶ οἱ κατὰ τὴν τρίτην ἀπόδοσ̣ι̣ν ὑπὸ τοὺς πόδας τεθέντες τοῦ παμβασιλέως ἐχθροί, ἀντὶ διαφόρων φίλοι γενόμενοι, οἰκοδομήσουσιν τὸν οἶκον Κυρίου, «ἵν' ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν αὐτοῖς», καλέσας καὶ βελτιώσας αὐτούς. 2.62 Ὁ κατὰ τὴν ἐπιδημίαν ὑποκάτωθεν ἀνατείλας, παραπλησίως τῷ· «Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν», «λήμψεται ἀρετήν», καρποφορούντων αὐτὴν τῶν πρὸς αὐτοῦ σῳζομένων καὶ εἰς μέγα δόξης ἀγομένων. Πῶς γὰρ οὐ λαμβάνει ταύτην ἀπὸ τῶν γινομένων Θεοῦ δικαιοσύνη ἐν αὐτῷ, γεναμένῳ ὑπὲρ αὐτῶν ἁμαρτία, κατὰ τὴν φιλοσοφίαν τὴν ἀποστολικήν· «Τὸν μὴ γνόντα γάρ, φησίν, ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵν' ἐν αὐτῷ γενώμεθα Θεοῦ δικαιοσύνη»; Πῶς γὰρ οὐ λαμβάνει ἀρετὴν οὖσαν τὴν ἐν ταῖς ἡμέραις τῆς ἐνανθρωπήσεως αὐτοῦ δικαιοσύνην καὶ πλῆθος εἰρήνης; 2.63 Ἐπινεύοντος δ' αὐτοῦ λαμβάνειν τὴν ἐν ἀνθρώποις γινομένην ἀρετήν, ἕκαστος τῶν πιστῶν καρποφορείτω καὶ προσφερέτω αὐτήν· ὁ σωφρονεῖν προτιθέμενος, κοσμιότητα καὶ σωφροσυ´̣νην, ἁγνείαν τε καὶ παρθενίαν· ὁ ἐγκρατής, τὴν ἐγκράτειαν, «τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε περιφέρων ἐν σώματι» τῷ ἑαυτοῦ. Προσφέρουσι δὲ ἀρετὴν καὶ οἱ «τὸν τίμιον γάμον καὶ κοίτην τὴν ἀμίαντον» μεταχειριζόμενοι. 2.64 Οἷος ἦν ὁ Ἰωσήφ, καὶ Σωσάννα, Ἄννα τε ἡ προφῆτις καὶ ἡ τοῦ βαπτιστοῦ μήτηρ Ἐλισαβέτ, καὶ ὅσοι ἄλλοι καὶ ἄλλαι διέπρεψαν ἐν ἁγνείᾳ. Προσηγίοχαν δὲ πίστιν μεγάλην καὶ ἀκαθαίρετον, ὑπερφυῆ ἀρετὴν οὖσαν, «οἱ μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας ἀγωνισάμενοι», ὁμολογήσαντες ἐν αὐτοῖς τὸν τοῦ Θεοῦ Υἱὸν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα καὶ αὐτὸς ἐν αὐτοῖς ὁμολογήσῃ αὐτοὺς ἔμπροσθεν τοῦ οὐρανίου Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 2.65 Ὁ κληθεὶς ἀνατολὴ ἀνὴρ «καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ». ∆ιττὸς δ' ἐστὶν ὁ θρόνος̣ αὐτοῦ, ὃ μὲν ὡς βασιλέως, ὃ δὲ ὡς ἱερέως, ὡς ἀπὸ λέξεων γρ̣αφικῶν ἔστιν ἀποδεῖξαι. 2.66 ∆ηλοῦται ὁ παντοκρατορικὸς ἐκ τοῦ π̣αρ̣ο̣ιμιώδους θεσπίσματος οὕτως ἔχοντος· «Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἀντιτάσσεται αὐτῷ οὐδὲν πονηρόν»· ἀλλὰ καὶ ἐκ τοῦ· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου»· καὶ ἀπὸ τοῦ ἐν Ψαλμοῖς εἰρημένου· «Καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.» 2.67 Περὶ δὲ τοῦ ἱερατικοῦ, ἐν τῇ πρὸς Ἑβραίους· γράψας γὰρ ὁ τὴν ἐπιστολὴν χαράξας· «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος», καὶ τοῦτό φησιν· «Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς βοήθειαν», θρόνον λέγων χάριτος τὸν τοῦ ὁσίου καὶ ἀκάκου καὶ ἀμιάντου ἀρχιερέως. 2.68 Ἐπεὶ τοίνυν ὁ περὶ οὗ λέγεται καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἔλαβεν «τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ· ἵν' εἰς τοὺς αἰῶνας βασιλεύῃ, τῆς βασιλείας αὐτοῦ οὐκ ἐχούσης τέλος», ἀλλὰ καὶ «ἱερωσύνην ἀπαράβατον».