1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

50

Εἴρηται γὰρ πρὸς αὐτόν· «Σὺ εἶ ὁ ἱερεὺς εἰς τὸν αἰῶνα.» 2.69 Ἐπὶ τοῦ διττοῦ θρόνου καθιεῖται καὶ κατάρξει, μόνου αὐτοῦ τὸν βασιλείας καὶ ἱερωσύνης θρόν̣ον ἔχοντος. Ὅταν καθίσας ἐπὶ τοῦ θρόνου κατάρξῃ βεβαίως βασιλεύων, τὸ τηνικάδε «ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, βο̣υλῆς εἰρηνικῆς ἀνὰ μέσον ἀμφοτέρων οὔσης». Τίς δ' οὗτός ἐστιν ἢ ὁ Μελχισεδέκ, ὃν γράφει ὁ Ἀπόστολος μένειν ἱερέα εἰς τὸ διηνεκὲς τῷ ἀφωμοιῶσθαι τῷ Υἱῷ τοῦ Θεοῦ. 2.70 Ἔχει δ' οὕτως ἡ ἀποστολικὴ φωνὴ πρὸς Ἑβραίους· «Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μηδὲ τέλος ζωῆς ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.» Ἐπειδὴ δὲ οὐ σκιωδῶς ἐστιν Θεοῦ θεραπευτής, ἀλλὰ ἀληθῶς καὶ κατὰ πνεῦμα, ἐκ δεξιῶν ἔσται τοῦ καθημένου καὶ κατάρχοντος ἐπὶ τοῦ θρόνου αὐτοῦ. 2.71 ∆εξιὸς δὲ τυγχάνων ὁ ἀφωμοιωμένος τῷ Θεοῦ Υἱῷ, μένων ἱερεὺς εἰς τὸ διηνεκές, βουλὴν εἰρηνικὴν ἔχει πρὸς τὸν ᾧ ἀφωμοιώθη, καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ ὡσαύτως εἰρηνεύοντος πρὸς τὸν βασιλέα τῆς Σαλήμ, τοῦτ' ἔστιν τῆς εἰρήνης, καὶ τὸν βασιλέα τῆς δικαιοσύνης, ὁ Μελχισεδέκ ἐστιν οὗτος. Πῶς γὰρ οὐκ ἔχει βουλὴν εἰρηνικὴν πρὸς τὸν οὗ κατὰ τὴν τάξιν ἱερεύς ἐστιν, μένων εἰς τὸν αἰῶνα; 2.72 Ὁ δὲ ἀληθὴς καὶ θεῖος στέφανος τοῖς ὑπομενητικῶς καὶ μεγαλοψύχως ἐνέγκασι τὴν αἰχμαλωσίαν δίδοται, κατὰ τὸ λεχθὲν οὗ καὶ μικρῷ πρόσθεν ἐμνημονεύσαμεν· «Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» 2.73 Ὧι πόθος εἰσέρχεται τούτου τυχεῖν, ἀναδουμένης τῆς κεφαλῆς αὐτοῦ, κατωρθώσατο τὴν ὑπομονήν, περὶ ἧς Ἰάκωβος γράφει· «Πᾶσαν χαρὰν ἡγήσατε, ἀδελφοί, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ἐπιστάμενοι ὅτι τὸ δοκίμιον κατεργάζεται ὑπομονήν», ὡς τοὺς κατορθώσαντας αὐτὴν χαριστηρίως ἀνυμνεῖν, ὅπου μὲν ὡς εἷς πάντες, διὰ συμφωνίας ψυχὴν μίαν καὶ καρδίαν μίαν ἔχοντες· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου»· ὅπου δέ· «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.» 2.74 Ὑπάρχει δὲ τὸ ἱερὸν τοῦτο καὶ περικαλλὲς στέφος οὐ μόνοις τοῖς ὑπομένουσιν, ἀλλὰ καὶ «τοῖς χρησίμοις καὶ τοῖς ἐπεγνωκόσιν αὐτήν». 2.75 Τῆς ἐκκειμένης θεωρίας τοῦ προφήτου ἢ τῆς προμνημονευθείσης ἀρετῆς τίς δ' οὗτος ὁ στέφανος κατ' ἐξοχὴν ὠνομασμένος παρὰ τοὺς πρότερον εἰρημένους ἐξ ἀργύρου καὶ χρυσοῦ γεναμένους; Αὐτὸς ὁ Κύριος σαβαώθ, ὡς ἐν Ἠσαίᾳ τῷ προφήτῃ φέρεται· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς δόξης.» ∆όξης γὰρ ἆθλον οὗτος ὑπάρχει, δοθησόμενος τοῖς δοξάσασι τὸν Θεὸν ἐν τῷ σώματι ἑαυτῶν καὶ τοῖς εὐσεβῆ ὑπόλημψιν ἔχουσιν καὶ τῶν φρονητέων, μᾶλλον δὲ τῶν εὐσεβῶν δογμάτων. Κατὰ ταύτην γὰρ ὀρθόδοξοι λεγόμεθα οἱ ἐκκλησιαστικὴν γνῶσιν ἔχοντες. 2.76 Πλέκεται δὲ ὁ στέφανος οὗτος οὐκ ἐκ χρυσοῦ καὶ λίθων πολυτελῶν, ἀλλ' ἐκ τῆς ὀρθῆς περὶ τῆς ἀληθείας δόξης. Ὁ αὐτὸς δ' οὗτός ἐστιν τῷ ἀφθάρτῳ περὶ οὗ ὁ Ἀπόστολος γράφει κατὰ λέξιν ὧδε· «Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται», ἀλλ' ὁ μὲν τοὺς κάτω ἀγῶνας καὶ ἀνθρωπίνους διαθλῶν, «ἵνα φθαρτὸν στέφανον λάβῃ» ἀθλεῖ, «ἡμεῖς δὲ ἄφθαρτον», ὅστις καὶ ἀμαράντινος εἴρηται πρὸς τοῦ κορυφαιοτάτου ἀποστόλου Πέτρου. 2.77 Γράφων γὰρ τοῖς ὑπὸ τὸν ποιμένα τὸν ἀληθινὸν νομεῦσιν, περὶ ὧν ἐπαγγέλλεται δώσειν Θεὸς τοῖς πνευματικοῖς αὐτοῦ προβάτοις φάσκων· «∆ώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς μετ' ἐπιστήμης», ἔχει δὲ ὧδε ἡ τοῦ Πέτρου λέξις· 2.78 «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ποιμαίνειν τὸ ἐν ὑμῖν ποίμνιον, μὴ ἀναγκαστῶς ἀλλ' ἑκουσίως, ἵνα, φανερωθέντος τοῦ ἀρχιποίμενος, κομίσησθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον», ἀποδοθησόμενον τοῖς ὀρθοδόξως τὴν πίστιν φυλάξασιν καὶ τοῖς εἰς πέρας ἀγαγοῦσιν πρόσταξιν τὴν λέγουσαν· «∆̣ότε δόξαν τῷ Θεῷ ἡμῶν», καὶ πάλιν· «Ἐνέγκατε τῷ