1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

53

ἐπιμιξίαν τὴν μετὰ ταῦτα Σύροις καὶ Αἰγυπτίοις γεγενημένην κατὰ τὴν Αἰγυπτίων ὑποταγήν. Καὶ γὰρ ἐπὶ τῶν ἡμετέρων πατέρων εἰς τὴν Σύρω ν ἐπαρχίαν ἡ ἀρχὴ ἐπιστεύετο· ἐν Ἀντιοχείᾳ δὲ οὗτος, τῇ Σύρων μητροπόλει, καθήμενος Αἰγυπτίοις .............. |126 b| Τὴν πολλὴν τοίνυν τῶν Αἰγυπτίων μεταβολὴν διὰ τούτων ἡ προφητεία δεδήλωκεν. Εἰ δέ τις ταύτην οὐ προσίεται τὴν διάνοιαν, εἰδέναι χρὴ ὡς διάφορα ἐν διαφόροις ἐσόμενα καιροῖς οἱ προφῆται θεσπίζουσιν. Καὶ γὰρ τοῖς Ἰουδαίοις ἄνω προαγορεύσας οὗτος αὐτὸς ὁ προφήτης τοῦ Ἐμμανουὴλ τὴν σωτήριον γέννησιν, συνῆψεν εὐθὺς τὰ κατὰ τὸν Φακεὲ καὶ τὸν Ῥαασίν, ἔφη γάρ· «Καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.» Τοῦτο δὲ συνέβη κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν τοῦτο ὁ προφήτης ἐθέσπισεν, τὰ δὲ κατὰ τὸν Ἐμμανουὴλ μετὰ πλείονα ἢ ἑξακόσια ἔτη τὸ πέρας ἐδέξατο· συνημμέναι δὲ ὅμως εἰσὶν αἱ προφητεῖαι, καὶ οὐκ ἔστι διορίζον οὐδέν. Οὕτω τοίνυν νοήσομεν καὶ τῆς Αἰγύπτου τὴν πρόρρησιν, ὡς ἐκεῖνα μὲν τὰ τὴν εὐσέβειαν προσημαί νοντα μακροῖς ὕστερον ἐγένετο χρόνοις, τὰ δέ γε κατὰ τοὺς Ἀσσυρίους κατ' ἐκεῖνον τὸν καιρὸν τετύχηκε πέρατος εἰς βεβαίωσιν τῆς μακροτέρας προρρήσεως. Καὶ ὅτι οἱ Αἰγύπτιοι Ἀσσυρίοις ἐπῆλθον-Φαραὼ γὰρ Νεχαὼ τοῦτο δέδρακε-, καὶ ἡ δευτέρα διδάσκει τῶν Παραλειπομένων καὶ τῶν Βασιλειῶν ἡ τετάρτη. Καὶ Ἀσσύριοι αὐτοῖς ἐπῆλθον, καὶ ἐδούλευσαν τοῖς Ἀσσυρίοις Αἰγύπτιοι, ἐπὶ δὲ τοῦ Ναβουχο δονόσορ τοῦτο συνέβη. 24Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τρίτος Ἰσραὴλ ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ, 25ἣν εὐλόγησε κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ἐν Αἰγύπτῳ καὶ ἔργον χειρός μου ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ. Τὴν ἀνάκλησιν τῶν Ἰουδαίων διὰ τούτων δεδήλωκεν. Ὥσπερ γάρ φησι τῆς Αἰγυπτίων αὐτοὺς ἠλευθέρωσα δουλείας, οὕτως αὐτοὺς ἐκ Βαβυλῶνος ἐπανάξω καὶ περιβλέπτους ἐργάσομαι καὶ τὴν εὐλογημένην γῆν οἰκῆσαι παρασκευάσω. Οὗτος γὰρ ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ τῆς ἐμῆς ἐπικουρίας τυχὼν δείξει μου τὴν ἰσχὺν ἐν Ἀσσυρίοις, τῆς ἐκείνων δι' ἐμοῦ δουλείας ἀπαλλαγείς, καὶ ἔσται μου πάλιν κληρο νομία. Τούτοις ἔτι συνάπτει ὁ προφήτης, ὡς στρατηγοῦ τινος Ἀσσυρίου, Τανάθαν ὀνομαζομένου, τὴν Ἄζωτον κατειληφότος καὶ ἀνάστατον αὐτήν τε καὶ τὴν χώραν πεποιηκότος ἐκελεύσθη παρὰ τοῦ θεοῦ τῶν ὅλων καὶ τὸν ἐκ τριχῶν κατασκευασμένον ἀποδύσασθαι χιτῶνα καὶ γυμνοῖς βαδίσαι ποσὶ καὶ συνάψαι τοῖς λόγοις τὸ σχῆμα καὶ δεῖξαι τῆς προφητείας τῶν λόγων διὰ τῶν ἔργων τὸ ἀληθές. Ἐμοῦ δέ φησι ταῦ τα πεποιηκότος αὐτὸς ὁ κύριος ταῦτα ἔφη ὀργάνῳ τῇ ἐμῇ χρησάμενος γλώττῃ· 203Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· 4ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰςχύνην Αἰγύπτου. Περιώρισε τρισὶν ἔτεσι τὸν τῶν σημείων καιρὸν τῶν τὸν ἐσόμενον ὄλεθρο ν προδηλούντων καὶ διδάσκει, ὡς κατ' ἐκεῖνο τοῦ προφήτου τὸ σχῆμα πᾶσαν ἡλικίαν τῶν Αἰθιό πων καὶ Αἰγυπτίων γυμνώσαντες οἱ Ἀσσύριοι δορυαλώτους ἀπάξουσιν. 5Καὶ αἰσχυνθήσονται ἡττηθέντες ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, οἳ ἦσαν αὐτοῖς εἰς δόξαν. Τῶν Ἀσσυρίων ἐπιόντων τοὺς Αἰθίοπας εἰς συμμαχίαν ἐκάλεσα ν. Καὶ οὗτοι μὲν ἀντελάβον το τῆς βοηθείας, κοινῇ δὲ τὴν ἧτταν ἐδέξαντο. 6Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν· καὶ αὐτοὶ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα; Νῆσον καλεῖ τὴν Αἴγυπτον ὡς θαλαττουμένην τῷ ποταμῷ καὶ ὡς ταῖς διώρυξι κυκλουμένην. Οὗτοί φησι μετὰ τὴν ἧτταν ἐροῦσιν ὅτι μάτην ἐθαρρήσαμεν Αἰθίοψιν, οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἴσχυσαν ἐπαρκέςαι. Τοῦτο τέλος τῆς Αἰγυπτίων προρρή σεως. Ἐπειδὴ δὲ τῶν Ἀσσυρίων ἐμνήσθη, τῆς Βαβυλῶνος προα γορ εύ ει τὸν ὄλεθρον·