1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

54

ἐκ θανάτου ῥύεται.» Περὶ δὲ τῆς ψεκτῆς φαῦλοι καὶ ἀσεβεῖς ἄνδρες αἰτιώμενοι τὸν Θεόν φασιν· «Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως;» 2.123 Πρὸς οὓς ὃν ἀσεβῶς αἰτιῶνταί φησιν· «Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην», ἄλλ' ἢ τὴν ἀποχὴν οὖσαν δηλητηρίων τροφῶν σὺν ἔργοις ἀγαθοῖς γινομένην· «∆ιάθρυπτε γάρ, φησίν, πεινῶντι τὸν ἄρτον σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἄστεγον πτωχὸν εἰσάγαγε εἰς τὸν οἶκόν σου. Τότε γάρ, φησίν, ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ.» 2.124 Τοῖς νηστεύσασι καὶ κοψαμένοις ἐν ταῖς πέμπταις καὶ ἑβδόμαις οὐχ ὡς προσῆκεν, ὁ Κύριος λέγει· Ἰδοὺ ὅλα ἑβδομηκόντα ἔτη διετρίψατε ἐν τῇ Βαβυλῶνι, ἀπαχθέντες ἐν αὐτῇ νόμῳ αἰχμαλωσίας· μὴ νηστείαν ἣν ἀποδέχομαι ἐνηστεύσατέ μοι, ἐσθίοντες καὶ πίνοντες τὰ ὑμῖν ἡδέα, πράττοντες οὐδὲν κατὰ τοὺς λόγους τοὺς ἐν ταῖς χερσὶν τῶν ἔμπροσθεν προφητῶν ὅτε ἦν ἡ Ἰερουσαλὴμ πρὸ τῆς αἰχμαλωσίας κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ κύκλῳ αὐτῆς πόλεις τῆς Ἰουδαίας ὧν μητρόπολίς ἐστιν, καὶ ἡ ὀρεινὴ καὶ πεδιὰς κατῳκεῖτο; 2.125 Πῶς γὰρ οὐκ εὐθηνεῖτο ἡ μητρόπολις μετὰ τῶν ὑπ' αὐτὴν πόλεων, καὶ ἡ περὶ αὐτὴν ὀρεινὴ καὶ πεδιὰς κατοικουμένη, εἰρήνην βαθεῖαν ἄγουσα καὶ σὺν νόμῳ τῷ ὀρθῷ βασιλευομένη, παντὸς πολεμίου καὶ ἐχθροῦ μακρὰν ἀπεληλασμένου; Οὕτω τῆς Ἰερουσαλὴμ καὶ τῶν πόλεων τῶν κύκλῳ αὐτῆς εἰρηνευουσῶν καὶ πολλὴν ἐχουσῶν εὐστάθειαν, δαψιλὴς εὐετηρία ὑπῆρχεν, κατοικουμένης τῆς πεδιάδος καὶ ὀρεινῆς γῆς. 2.126 Συμβαίνει δὲ κατοικεῖσθαι τοὺς τοιούτους τόπους ὅταν εὐκαρπία καὶ εὐθηνία πολλὴ τυγχάνῃ, ἀνθρώπων διατρίβειν ἀλύπως δυναμένων ἐν τῇ ὀρεινῇ, τῆς δένδρων φυτείας ἀκροδρύων πλήρης οὔσης, καὶ τῆς πεδιάδος σῖτον καὶ κριθὴν καὶ τὰ ἄλλα γενήματα φερούσης. Φιλεῖ γὰρ ἐν τοῖς πληθύνουσι τόποις εὐκαρπίαν πλῆθος ἀνθρώπων διατρίβειν, τοῦτο μὲν γεωργούντων, τοῦτο δὲ ἀπολαυόντων τῆς εὐφορίας. 2.127 Κατοικουμένη καὶ εὐθηνοῦσα Ἰερουσαλὴμ καὶ κύκλῳ αὐτῆς πόλεις ἡ Ἐκκλησία κατ' ἀναγωγὴν καὶ αἱ ὀρθόδοξοι γνῶμαι τυγχάνουσιν· ὧν ἡ ὀρεινὴ καρπῶν πληθύουσα τὰ δόγματα τῆς εὐσεβείας καὶ τῆς ὀρθοδόξου πίστεώς ἐστιν, γενημάτων ὄντων πολὺ πλῆθος ἐχόντων ἐν τῇ ἠθικῇ παιδεύσει ἐν τῇ χθαμαλῇ πεδιάδι. 2.128 Περὶ τῆς τοιαύτης πνευματικῆς εὐθηνίας ἐν τετάρτῳ καὶ ἑξηκοστῷ Ψαλμῷ φέρεται· «Ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. Εὐλογήσῃς τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς. Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσιν σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσουσιν.» 2.129 Ταύτης τῆς δαψιλείας καὶ παγκαρπίας οὔσης νοητῆς ὑπαρξάσης, πῶς ἡ ὀρεινὴ καὶ πεδινὴ οὐ κατοικηθήσεται ὑπὸ ἀνθρώπων πάντα σὺν τῷ λόγῳ τῷ ὀρθῷ ποιούντων, ὥστ' αὐτοὺς χαριστηρίως κεκρᾶξαι καὶ ὑμνῆσαι πρὸς τὸν τοσαῦτα δωρησάμενον Θεόν; 2.130 Σημεῖον δὲ τοῦ ἄλυπον κατοικίαν εἶναι ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ, τὸ καὶ τοὺς κριοὺς τῶν προβάτων βαθυμάλλους πόκους ἐνδεδῦσθαι, διὰ τὸ βοτάνην πολλὴν ἀνατεταλκέναι ἐν τοῖς τόποις τῆς ὀρεινῆς καὶ πεδιάδος. 2.131 Ὅτῳ πόθος εἰσέρχεται ταύτης τῆς πνευματικῆς ἀπολαῦσαι εὐετηρίας, ἀκουσάτω τῶν λόγων τῶν δοθέντων ὑπὸ Θεοῦ ἐν χερσὶν τῶν προφητῶν, εἰς ἔργα αὐτοὺς μεταβάλλων, ἵνα καὶ ἐκ τῶν αὐτοῦ πρακτικῶν δυνάμεων πηγὴ ζωῆς ἀναβῇ «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον» χάριτι τοῦ πάντα ταῦτα παρέχοντος Σωτῆρος. 2.132Zach. VII, 8-10: Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ λέγων· Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν