1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

54

21Τὸ ῥῆμα τῆς ἐρήμου θαλάσ σης. Ἔρημον θάλασσαν τὴν |127 a| Βαβυλῶνα καλεῖ, θάλασσαν μὲν διὰ τὴν προτέραν εὐημερίαν καὶ τῶν οἰκητόρων τὸ πλῆθος κύματα μιμουμένων, ἔρημον δὲ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον συμφοράν. Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη, ἐκ γῆς φοβερᾶς. Ἠθοποιία ἐστὶν ἐκ προσώπου τῆς Βαβυλῶνος λεγομένη. Καλεῖται δὲ καταιγίδα τῶν Περσῶν καὶ Μήδων τὴν στρατιάν, ἣν εὔχεται διελθεῖν καὶ μὴ κατ' αὐτῆς χωρῆσαι. Εἶτα τὸ δέος αὐτῆς γυμνοῖ· Φοβερὸν 2τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἀνιαρά φησι καὶ χαλεπὰ προορῶ. Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται,καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. Ταῦτα ὁ Σύμμαχος οὕτως εἴρηκεν· «Ὁ ἀθετῶν ἀθετεῖται, καὶ ὁ ταλαιπωρίζων ταλαιπωρεῖ. Ἀνάβηθι Ἐλάμ, πολιορκεῖτε Μῆδοι.» Πάλαι φησὶν ἐγὼ ἠθέτουν, νῦν δὲ ἐγὼ ἀθετοῦμαι· πάλαι ἄλλους ἐγὼ ταλαιπώρους ἐποίουν, νῦν δὲ πάσχω ἃ ἔδρων. ∆ικαία ἡ ψῆφος. Ἀνάβηθι τοίνυν Ἐλάμ-ἔθνος δὲ τοῦτο Περσικόν-, πολιορκεῖτε ὦ Μῆδοι. Νῦν οὖν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. Παραμυ θεῖται τὸν ὀδυνώμενον ὁ στεναγμός. Οἷον γάρ τις καπνὸς ἐκ τοῦ τῆς ἀθυμίας πυρὸς ἔνδοθεν ἐκ τῆς καρδίας ἐκπέμπεται, εἰκότως τοίνυν ἔφη· Στενάζω καὶ παρακαλέσω ἐμαυτόν. ∆ιὰ τί δ έον στενάζειν; ὅτι 3ἐνεπλήσθη ἡ ὀσφῦς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἡ γὰρ εὔζωνος πάλαι καὶ γενναία, ἡ κατὰ πάντων τῶν ἐθνῶν στρατεύουσα νῦν τῆς ἰσχύος ἐστέρημαι καὶ ὀδύνην ἔχω μιμουμένην ὠδῖνας. Τίς δὲ τῆς μεταβολῆς ἡ αἰτία; Ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. 4Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέσ τηκεν εἰς φόβον. Οὐκ ἠνεσχόμην φησὶ τῶν τοῦ ∆ανιὴλ συμβολῶν-ἐκεῖνος γὰρ ἔλεγε τῷ Ναβουχοδονόσορ· «Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ ἐν ἐλεημοσύναις ἀπόλουσαι τὰς ἁμαρτίας σου καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρ μοῖς πενήτων»-, εἶδον θαύμα τα μέγιστα καὶ τὸ δέον συνιδεῖν οὐκ ἠθέλησα, τὴν κάμινον ἐκείνην τοὺς γενναίους οὐ κατακαίουσαν ἀθλητάς. Τοῦτο γὰρ λέγει· Ἠδίκησα τοῦ μὴ εἰσακοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. Ταῦτα ἐκ προσώπου τῆς Βαβυλῶνος τεθεικὼς ὁ προφήτης δείκνυσι τὸν θεὸν κελεύοντα τοῖς πολεμίοις καταθαρρῆσαι τῆς Βαβυλῶνος· 5Ἑτοιμάσατε γάρ φησι τὴν τράπεζαν, σκοπεύσατε τὴν σκοπιάν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς. Εἶτα διδάσκει ὡς προσετάχθη στῆσαι κατασκόπους ἔν τινι περιω πῇ καὶ τὸ ὁρώμενον ἀπαγγεῖλαι. Καὶ τοῦτο δράσας εἶδε δύο ἱππεῖς, τὸν μὲν ἐπὶ ὄνου τὸν δὲ ἐπὶ καμήλου ὀ χού μενον. Σημαίνει δὲ διὰ μὲν τῶν ἵππων τὴν ἱππικὴν στρατιάν, διὰ δὲ τῆς ὄνου καὶ τῆς καμήλου τὰ σκευοφόρα ζῷα. 7Καὶ εἶπέ μοί φησιν· Ἀκρόασαι ἀκρόασιν πολλὴν 8καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν· κύριος εἶπεν. Ἡσυχίαν ἄγε φησί, καὶ ἡ μὲν γλῶττα πεπαύ σθω, ἡ δὲ ἀκοὴ ἀκροάσθω. Ἔχε δὲ κοινωνὸν τὸν Οὐρίαν· «Ἐπὶ γὰρ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Εἶτα ἔστη εἰς σκοπιὰν ὡς πανημέριον καὶ παννύχιον ἔτι τὸ ἀπαγγελησόμενον περιμένων καὶ εἶδέ τινα ἐπὶ ξυνω ρ ίδος ὀχ ούμενον κα ὶ β οῶντα ὡς 9Πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν. ∆ῆλον δὲ ὡς ἀόρατοι δυνάμεις ἦσαν αἱ ταῦτα διαπορθμεύουσαι. Τούτων ἀκούσας ὁ προφήτης τῶν λόγων οὐκ ἀνέχεται κρύψαι ἀλλὰ τοῖς ὁμοφύ λοις σημαίνει· 10Ἀκούσατε οἱ καταλελειμμένοι καὶ ὀδυ νώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαώθ, ἃ ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. Ἱκανὰ δὲ ἦν ταῦτα τοῖς πιστεύουσιν ἐνθεῖναι ψυχαγωγίαν. Οὕτω τὰ περὶ τῆς Βαβυλῶνος προθεσπίσας καὶ τῇ περὶ Αἰγυπτίων ταῦτα προφητείᾳ συνάψας τὴν σωτηρίαν τῆς Ἰδου μαίας προλέγει. Ἰδουμ αίαν δὲ ἐνταῦθα τοῦ Ἠσαῦ τὸ γένος καλεῖ· Ἐδὼμ γὰρ οὗτο ς ἀπὸ τῆς πυρρᾶς ὠνομάσθη μορφῆς. Ἠ σαῦ δὲ καὶ Ἰακὼβ ἀδελφοί· ἀλλ' ὅμως καίπερ ἐξ Ἀ βραὰμ τὸ γένος κατάγοντες Ἰσραηλῖται καὶ Ἰδουμαῖοι μάλα δυσμενῶς περὶ ἀλλήλους διέκειν το .................... |127 b| ...τως τὸ προ γονικὸν ἐφύλαξαν μῖσος. Ἀλλὰ ταῦτα σαφέστερον ἐν