1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

55

ταῖς τῶν ἄλλων προφητῶν δεδηλώκαμεν προφητείαις. 11Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηίρ. Σηὶρ τὸ ὄρος τῶν Ἰδουμαίων καλεῖται· ἐκ δὲ τοῦ Ἠσαῦ καὶ αὐτὸ τὴν προση- γορίαν ἐδέξατο· ἐπειδὴ γὰρ δασὺς ἦν, Σηὶρ ὠνομάσθη, τουτέστι τετριχωμένος. Φύλασσε ἐπάλξεις. Τί ὀλολύζεις; φυλάσσοντι ἀπὸ νυκτὸς 12εἶπον· φυλάσσων ἦλθε τὸ πρωὶ καὶ τὴν νύκτα. Ἐπειδὴ γὰρ δεδιότες τοὺς πολεμίους ἠγρύ πνουν καὶ τῷ τείχει προσήδρευον νύκτωρ καὶ μεθ' ἡμέραν φυλάσσοντες καὶ φυλάσσοντες ἐβόων φοβεῖν ταύτῃ τοὺς ἐναντίους νομίζοντες, εἰκότως αὐτοῖς ὁ προφητικὸς λόγος ἐπιτωθάζων φησίν· Φύλασσε τὰς ἐπάλξεις, ἀντὶ τοῦ· Καλῶς ποιεῖς τῆς ἀσφαλείας προμηθούμενος, ἀνθ' ὅτου δὲ ὀλολύζεις φυλάσσων, καὶ οὐ νύκτωρ μόνον ἀλλὰ καὶ μεθ' ἡμέραν· ὅμως ἐὰν <ζητῆτε>, ζητεῖτε· ἐπιστρέψατε, ἔλθετε καὶ παρ' ἐμοὶ οἰκεῖτε 13ἐν τῷ δρυμῷ. Εἰ σωτηρίαν ζητεῖτε, πρὸς ἐμὲ ἔλθετε, μὴ ἑαυτοῖς θαρρεῖτε. Μέμνημαι τῆς τοῦ Ἀβραὰμ συγγενείας· διὰ τοῦτο καταφεύγοντας ὡς ἐν δρυμῷ τινι κατακρύψω καὶ κρείττους ποιήσω τῶν πολεμίων. Μετὰ τοὺς Ἰδουμαίους τοῖς Ἰσμαηλίταις τὰ ἐσόμεναπρολέγει· αὐτοὺς γὰρ Ἄραβας ὀνομάζει. Ἑσπέρας κοιμηθή- σονται ἐν τῇ ὁδῷ ∆αιδανίμ. 14Εἰς συνάντησιν διψῶντι φέρετε ὕδωρ, οἱ κατοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν. ∆είκνυσι καὶ τούτους δραπετεύοντας τὸν Ἀσσύριον καὶ παρακελεύεται τοῖς πελάζουσι καὶ ἄρτους παρασχεῖν καὶ ὕδωρ ὡς φεύγουσιν. ∆ιδάσκει δὲ καὶ τῆς φυγῆς τὴν αἰτίαν· πολύ φησι πλῆθος μαχαιροφόρων, πολὺ δὲ καὶ τοξοτῶν. Οὗ δὴ χάριν οἱ πλεῖστοι πεπτώκασιν. 16∆ιότι οὕτως εἶπέ μοι κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, καὶ ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ, 17καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τοῦ ἀριθμοῦ τῶν ἰσχυρῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι κύριος ὁ θεὸς Ἰσραὴλ οὕτως ἐλάλησεν. Ἔδειξε τῶν εἰρημένων τὸ ἀληθές, τὸν εἰρηκότα δηλώσας· θεὸς γὰρ οὗτος καὶ κύριος. Τὸν μέντοι Κηδὰρ ἐν τῷ γένει τοῦ Ἰσμαὴλ εὑ ρήκαμεν. Λέγει τοίνυν οὐχ ὅτι παντελῶς τὸ τοιοῦτον καταλυθήσεται γένος, ἀλλ' ὅτι ἡ δόξα κατασβεσθήσεται καὶ ὀλίγοι ἀντὶ πολλῶν ἔσονται. Καὶ τοῦτο ἐγένετο μὲν ἐν τῇ τῶν Ἀσσυρίων προσβολῇ, ηὐξήθησαν δὲ πάλιν τῷ χρόνῳ. Ἀψευδὴς γὰρ ὁ τῷ Ἀβραὰμ ὑποσχόμενος τῶν τοῦ Ἰσμαὴλ ἀπογόνων τὸ πλῆθος. Μετὰ τούτους πρὸς τὴν Ἱερουσαλὴμ ποιεῖται τοὺς λόγους. Καλεῖ δὲ αὐτὴν φάραγγα Σιὼν διὰ τὴν ὑπὸ Ῥωμαίων αὐ τοῖς ἐπενεχθεῖσαν ἐρημίαν· ταύτην γὰρ ἐνταῦθα προ λέγει. 221Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα 2μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων, ἡ πόλις γαυριῶσα. Τί τὸ καινόν φησι, τί τὸ παράδοξον, ὅτι ἡ κατὰ πάντων φρυαττομένη πόλις ταραχῆς τε καὶ θορύβου πεπλή ρωται, ὡς αὐτὰ κα ταλα βεῖν τὰ δώματα καὶ ἄνωθεν περισκοπεῖν τῶν πολεμίων τὸ πλῆθος; Οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. Οὐχ οἱ πολέμιοί φησιν ἰσχυροὶ γεγένηνται κατὰ σοῦ, ἀλλ' ἐγώ σε προὔδωκα διὰ τὴν κατ' ἐμοῦ μανίαν. ∆ιὰ τοῦτο 3οἱ ἄρχοντές σου πεφεύγασιν καὶ ὅ σοι ἑάλ ωσαν ἐπεδήθησαν· καὶ οὐ μόνον οἱ ἄρχοντες ἀλλὰ καὶ τῶν στρα τιωτῶν οἱ ἀριστεύειν εἰω θότες οἱ μὲν ἀπέδρασαν οἱ δὲ ἁλόντες ἐδέθησαν. Ταῦτα προθεσπίσας ὁ προφήτης ἐπάγει · 4∆ιὰ τοῦτο εἶπον· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ἀπαραμύθητά φησι τὰ συμβάντα τῇ πόλει κακά. Θυγατέρα δὲ γένους αὐτὴν καλεῖ ὡς ἐξ αὐτῆς καὶ αὐτὸς κατάγων τὸ γένος. 5Ὅτι ἡμέρα ταραχῆς καὶ ἀπω λείας καὶ καταπατήματος καὶ πλανήσεως παρὰ κυρίου Σαβαώθ· ἐν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη. Συμφορῶν αὐτοῖς φησιν ἐπέστη καιρός, διὸ δὴ εὐάλωτοι πᾶσιν ἐγένοντο οἱ λί αν ἀκαταφρόνητ οι . ∆ιὰ τοῦτο καὶ τὴν πόλιν καταλιπόντες εἰς τὰ ὄρη πλανῶνται δρ ασμῷ περιποιήσεσθ αι τὴν σωτηρίαν ἐλπίζοντες. 6Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας. Ἐλαμίτας τοὺς Σαμαρίτας καλεῖ· ἐκ γὰρ τῆς Περσικῆς μετῳκίσθησαν χώρας. Ἀπεχθῶς δὲ διακείμενοι |128 a| πρὸς Ἰουδαίους συνεμάχουν κατ' αὐτῶν ἀναγκαίως Ῥωμαίοις. Εἶτα πάσῃ ὁμοῦ τῇ στρατιᾷ