57
αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ δώσω αὐτῷ τὴν κλεῖδα οἴκου ∆αυὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει, καὶ οὐδεὶς κλείσει, <καὶ κλείσει,> καὶ οὐκ ἔσται ὁ ἀνοίγων. Ἐν τούτῳ καὶ τὰ ἡμέτερα προτυποῦται. «Ὃ ἂν δήσητε» γάρ φησιν «ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» 23Καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Κατὰ ταὐτὸν καὶ ἱερατικὴν αὐτῷ δίδωσι καὶ ἀρχοντικὴν ἐξουσίαν. ∆ιὸ καὶ τοῦ ∆αυὶδ ἐμνημόνευσεν· ὁ γὰρ ∆αυὶδ οὐχ ἱερεὺς ἀλλὰ βασιλεύς, ἀλλ' ὅμως καὶ τὴν ἱερωσύνην διέταξεν. 24Καὶ ἔσται πεποιθὼς ἐπ' αὐτῷ πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου, πᾶν τὸ σκεῦος τὸ μικρὸν, ἀπὸ σκεύους τῶν ἀγανώθ, <καὶ ἔσονται ἐπικρε μάμενοι αὐτῷ 25τῇ ἡμέρᾳ ἐκείνῃ. Τὸ ἀγανὼθ> «κρατήρων» ἡρμήνευσαν ὅ τε Σύμμαχος καὶ ὁ Ἀκύλας. ∆ιὰ μέντοι τῶν προειρημένων τὸ περὶ αὐτὸν ἐδήλωσε φίλτρον καὶ τῶν ἀρχόντων καὶ τῶν ἀρχομένων καὶ τῶν πλουτούντων καὶ τῶν πενομένων. Τροπικῶς γὰρ σκεύη ἐκάλεσε τούς τε μεγάλους καὶ τοὺς μικρούς. Καὶ γὰρ τῶν σκευῶν τὰ μὲν ἦν ἅγια τὰ δὲ ἁγιώτερα, καὶ τὰ μὲν ἐν τῇ αὐλῇ ἔκειτο τὰ δὲ ἐν τῷ ναῷ. Τάδε λέγει κύριος Σαβαώθ· Κινηθήσεται ἄνθρωπος ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ ἀφαιρεθήσεται καὶ πεσεῖται, καὶ ἐξολοθρευθήσεται ἡ δόξα ἡ ἐπ' αὐτόν, ὅτι κύριος ἐλάλησεν. Τὸν περὶ τοῦ Σομνᾶ ἀνέλαβε λόγον καὶ ἔδειξεν αὐτὸν ὠφέλειαν μὲν οὐδεμίαν ἐκ τῆς ἱερωσύνης δεξάμενον, τιμω ρίαν δὲ ἐκ τῆς ῥᾳθυμίας δρεψάμενον. Πρόκειται δὲ ἡμῖν εἰς ὠφέλειαν ἡ ἱστορία καὶ ἡ ταύτῃ συνηρμοσμένη προφητεία. ∆υνατὸν γάρ, ἂν ἐθελήσωμεν τοῦ μὲν μισῆσαι τὴν πονηρίαν τοῦ δὲ ζηλῶσαι τὴν ἀρετήν, καὶ τὴν αὐτὴν εὔκλειαν καὶ εὐφημίαν καρπώσασθαι. ∆ίκαιος γὰρ ὁ κριτὴς ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 7 ΤΟΜΟΣ Ζʹ 231Τὸ ῥῆμα Τύρου. Καὶ τὴν Τύρον οἱ Ἀσσύριοι πολιορκήσαντες ἐξεπόρθησαν. Καὶ τοῦτο τοίνυν τοῖς πνευμα τικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ προφήτης προλέγει. Ὀλολύξατε πλοῖα Καρχηδόνος, ὅτι ἀπώλοντο καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων. Ἔνια τῶν ἀντιγράφων· «ὅτι ἀπώλετο», τουτέστιν ἡ Τύρος. Καρχηδὼν μέν ἐστιν ἡ τῆς Λιβύης τῆς νῦν Ἀφρικῆς καλουμένης μητρόπολις· παρὰ μέντοι τῷ Ἑβραίῳ «Θαρσὶς» κέκληται. Κιτι εῖς δὲ ἢ «Χετιίμ»-οὕτω γὰρ καὶ παρὰ τῷ Ἑβραίῳ καὶ παρὰ τοῖς Λοιποῖς Ἑρμηνευταῖς κεῖται τὸ ὄνομα- ἡ Κύ προς καλεῖται· αὕτη γὰρ καὶ πόλισμα ἔχει Κίτιον καλούμενον μέχρι τοῦ νῦν. Τούτοις τοίνυν τοῖς μὲν ὡς νη σιώταις τοῖς δὲ ὡς παραλίμοις παρακελεύεται θρηνεῖν ὡς ἀναστάτου γενομένης τῆς Τύρου, ἐν ᾗ τῆς ἐμ πορίας εἶχον τὰς ἀφορμάς. Ἤχθησαν αἰχμάλωτοι, τουτέστιν οἱ Τύριοι. Τίνι 2ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ; Νήσῳ ἔοικεν ἡ τῆς Τύρου θέσις· ἰσθμὸς γάρ ἐστιν ἐν τῇ θαλάσσῃ κείμενος μίαν εἴσοδον ἔχων. Μεταβόλοι φοινίκης. Τοὺς ἐ μπ όρους οὕτω. καλεῖ ὡς τόδε μὲν κομίζοντας τόδε δὲ ἀντι λαμβάνοντας. <Οἱ διαπερῶντες τὴν θάλασσαν 3ἐν ὕδατι πολλῷ σπέρμα μεταβόλων.> Ἀντὶ τοῦ· καὶ οἱ πρόγονοι αὐτῶν τοῦτον εἶχον τὸν βίον. Ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν. Ἔοικέ φησι τῶν ἐμπόρων τὰ πλοῖα εἰς τοὺς λιμένας καταίροντα τοῖς ἀπὸ τῶν ἀγρ ῶν ἐν τῷ καιρῷ τοῦ θερισμοῦ εἰς τὰς ἅλως τὰ δράγματα μεταφέρουσιν. 4Αἰσχύνθητι, Σιδὼν εἶπεν, ἡ θάλασσα. Ἡ Σιδὼν ὑπέκειτο καὶ πάλαι τῇ Τύρῳ. Εἰσάγει τοίνυν αὐτὴν ὁ λόγος τῇ Τύρῳ λ έγουσ αν- ταύτην γὰρ ἐκάλεσε θάλασσαν-· Αἰσχύνθητι, ἀντὶ τοῦ· Παῦσαι τοῦ θράσους, γνῶθι σαυτήν. Οὐ γὰρ ............ ἡ θάλασσα τῇ Σιδῶνι εἶπεν· Αἰσχύν θητι, ἀλλ' ἡ Σιδὼν τῇ καλουμένῃ θαλάσσῃ, τουτέστι τῇ ἔξω θαλάσσῃ, ᾗ τὴν Τύρον ἀπεικάζει διὰ τὸ πλῆθος τῶν οἰκητόρων. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς· Ἡ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινα οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους. Λόγους ταῖς πόλεσιν ὁ προφητικὸς περιτίθησι λόγος καὶ τὴν μὲν Σιδῶνα λέγουσαν· Αἰσχύνθητι, τὴν δὲ Τύρον ὁμολογοῦσαν ὅτι τὸ πλῆθος τὸ τοῖς θαλαττίοις κύμασιν ἐοικὸς οὐχ ἡ αὐτῆς